§15.1.1παρʼ ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
著作全体を通じて歴史に特有の率直さを用いることに慣れており、優れた人々に対してはその立派な行いにふさわしい賞賛を与え、劣悪な人々に対しては彼らが過ちを犯したときに相応しい非難を加えることを当然と考えるからこそ、私たちは、このような方法を通じて、優れた資質を持つ人々を名声による不死化によって最も美わしい行為に着手するよう促し、逆の性質を持つ人々を相応しい不名誉によって悪への衝動から思いとどまらせるであろうと考えている。
§15.1.2διὸ καὶ τῇ γραφῇ παρόντες ἐπʼ ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασθαι.
それゆえ、記述において私たちが、ラケダイモン人たちがレウクトラで予想に反して敗北して大きな災厄に見舞われ、またマンティネイアで再びつまずいて不意にギリシア人の覇権を失った、それらの時代に至ったので、私たちは執筆の基本方針を維持し、ラケダイモン人たちに相応しい非難を加えるべきだと考えている。
§15.1.3τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως.
というのも、祖先から極めて見事に築かれた覇権を受け継ぎ、これが祖先の徳によって五百年以上も維持されてきたのに、当時のラケダイモン人たちが、自分たちの愚策によってそれが崩壊するのを目の当たりにした、そのような彼らが非難に値すると考えない者がいるだろうか。 これは理由なきことではない。
οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις· οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς Ἕλληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας.
彼らより前に生きた人々は、多くの労苦と多大な危険によってこれほど大きな名声を獲得し、服属する人々に対して寛大かつ人道的に接していたが、後代の者たちは、同盟諸国を暴力的かつ苛酷に扱い、さらにギリシア人たちに対して不正で傲慢な戦争を仕掛けたため、自分たちの愚策によってその支配を失ったのは、理由なきことではないからである。
§15.1.4ἐν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκός ἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς.
なぜなら、彼らの災厄の最中に、虐げられてきた者たちの憎悪が、かつて自分たちを虐げた者たちに復讐する機会を得たからであり、また、祖先の代から無敵であった者たちに対して、祖先の美徳を台無しにする者たちに対して生じるのが当然であるほどの、多大なる軽蔑が続いたからである。
§15.1.5τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν Ἑλλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτʼ ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα.
したがって、以前は何世代にもわたって強者に服属していたテーバイ人たちが、その時には彼らを不意に打ち破ってギリシア人の指導者となり、ラケダイモン人たちは、覇権を奪われた後、祖先の名誉を回復することは二度となかった。
§15.1.6ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
私たちは彼らを十分に非難したのであるから、あらかじめこの記述に適した時代を限定した上で、歴史の連続する部分へと移行することにしよう。
ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν Ῥηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς Ῥώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπʼ Εὐαγόραν τὸν βασιλέα·
さて、この前の巻、すなわち全著作の第十四巻は、ディオニュシオスによるレギオン市民の奴隷化と、ガリア人によるローマの占領をもって叙述の終わりを迎えたが、これは、ペルシア人による王エウアゴラスに対するキプロスへの遠征の前年に起こったことである。
ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας.
この巻においては、この戦争から始めて、アミュンタスの子フィリッポスの統治の前年をもって終わりとすることにする。