Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.86.1-14.86.6

科林斯内乱与莱开翁之战

第 380 段,共 723 段 · 希腊语

内容简介

科林斯爆发民主派政变引发内乱,以此为契机,拉刻代蒙人与反斯巴达同盟之间围绕莱开翁展开激烈战斗,拉开了为期八年的“科林斯战争”的序幕。

§14.86.1ἐν δὲ τῇ Κορίνθῳ τινὲς τῶν ἐπιθυμούντων δημοκρατίας συστραφέντες ἀγώνων ὄντων ἐν τῷ θεάτρῳ φόνον ἐποίησαν καὶ στάσεως ἐπλήρωσαν τὴν πόλιν· συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων, ἑκατὸν μὲν καὶ εἴκοσι τῶν πολιτῶν ἀπέσφαξαν, πεντακοσίους δʼ ἐφυγάδευσαν.
在科林斯,一些渴望民主制的人聚集在一起,趁着剧场里正在举行竞技会时,制造了屠杀并使城市充满了内乱;由于阿哥斯人协助了他们这一大胆的企图,他们屠杀了120名公民,并驱逐了500人。
§14.86.2Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀθροιζόντων, Ἀθηναῖοι καὶ Βοιωτοὶ παρεβοήθουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται.
当拉刻代蒙人正准备送回流亡者并集结军队时,雅典人和底比斯人(波奥蒂亚人)前来援助那些屠杀者,以便将这座城市据为己有。
§14.86.3καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταθμον ἐπελθόντες νυκτὸς κατὰ κράτος εἷλαν· τῇ δʼ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσθαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν.
于是流亡者与拉刻代蒙人及其盟友在夜间袭击了莱开翁和军港,并强行将其攻占;第二天,当城内的人出击、由伊菲克拉特斯率领时,发生了一场战斗,在这场战斗中,拉刻代蒙人获胜并杀死了不少人。
§14.86.4μετὰ δὲ ταῦτα οἵ τε Βοιωτοὶ καὶ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀργεῖοι καὶ Κορίνθιοι πάσῃ τῇ δυνάμει παρελθόντες εἰς τὸ Λέχαιον, τὸ μὲν πρῶτον πολιορκήσαντες τὸ χωρίον τὸ ἐντὸς τοῦ διατειχίσματος εἰσεβιάζοντο· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων καὶ τῶν φυγάδων λαμπρῶς ἀγωνισαμένων ἐξεώσθησαν οἱ Βοιωτοὶ καὶ οἱ μετʼ αὐτῶν ἅπαντες.
此后,底比斯人和雅典人,此外还有阿哥斯人和科林斯人,倾尽全力推进到莱开翁,起初他们围攻并强行闯入双重城墙内部的区域;但在此之后,由于拉刻代蒙人和流亡者奋勇作战,底比斯人及所有与他们同行的人都被击退。
οὗτοι μὲν οὖν περὶ χιλίους τῶν στρατιωτῶν ἀποβαλόντες εἰς τὴν πόλιν ἀπεχώρησαν.
于是,这些人损失了大约一千名兵士后退回城内。
§14.86.5εὐθὺ δὲ τῶν Ἰσθμίων ἐπελθόντων διεφέροντο περὶ τῆς θέσεως τοῦ ἀγῶνος· καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν θεῖναι τὸν ἀγῶνα,
当地峡运动会(伊斯特米亚竞技会)临近时,他们为竞技会举办的地点产生争议;在激烈争执之后,拉刻代蒙人占了上风,并让流亡者举办了竞技会。
§14.86.6τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινθον γενομένων ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.
由于战争的惨烈冲突几乎都发生在科林斯周围,因此这场战争被称为科林斯战争,共持续了八年。

词汇与语法注释

  1. §14.86.1συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων — 属格独立结构。动词 `συνεπιλαμβάνομαι`(协助、参与)要求被协助的人用与格(`αὐτοῖς`),所参与的事物用属格(`τῆς τόλμης`)。
  2. §14.86.3τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων — 属格独立结构的生命体主语部分。紧接着的关系代词从句 `ὧν Ἰφικράτης ἡγεῖτο`(由伊菲克拉特斯率领的)中,关系代词 `ὧν` 以前面的属格分词为先行词,且因为控制动词 `ἡγέομαι`(领导)支配属格而使用属格。
  3. §14.86.5τοὺς φυγάδας ἐποίησαν θεῖναι — 使役句型。动词 `ποιέω` 搭配宾格(`τοὺς φυγάδας`)与不定式(`θεῖναι`),表示“使/让某人做某事”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.86.1-14.86.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.86.1-14.86.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。