Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.87.1-14.87.5

雷吉翁进攻美塞涅与包围陶罗梅尼翁

第 381 段,共 723 段 · 希腊语

内容简介

在西西里,雷吉翁人因戒备狄奥尼修斯而将难民安置在米莱并围攻美塞涅,但遭到击退;此后,狄奥尼修斯在进攻雷吉翁前先围攻了陶罗梅尼翁的西库尔人。

§14.87.1κατὰ δὲ τὴν Σικελίαν Ῥηγῖνοι κατηγοροῦντες Διονυσίου ὅτι Μεσσήνην τειχίζων ἐπʼ αὐτοὺς κατασκευάζεται, πρῶτον μὲν τοὺς ὑπὸ Διονυσίου φυγαδευομένους καὶ τἀναντία πράττοντας ὑπεδέξαντο, μετὰ δὲ ταῦτα τῶν Ναξίων καὶ Καταναίων τοὺς ὑπολειπομένους εἰς Μύλας κατοικίσαντες, δύναμιν παρεσκευάζοντο καὶ στρατηγὸν Ἕλωριν ἐξέπεμψαν πολιορκήσοντα Μεσσήνην.
在西西里,雷吉翁人指责狄奥尼修斯筑墙防守美塞涅是为了针对他们作准备,起初他们接纳了那些被狄奥尼修斯驱逐并反对他的人,在此之后,他们将纳克索斯人和卡塔奈人的幸存者安置在米莱,集结了军队并派遣将军希洛里斯去围攻美塞涅。
§14.87.2τούτου δὲ τὴν ἐπίθεσιν κατὰ τὴν ἀκρόπολιν ποιησαμένου παραβόλως, οἱ κατέχοντες τὴν πόλιν Μεσσήνιοι καὶ Διονυσίου μισθοφόροι συστραφέντες ἀπήντησαν.
当他冒险对卫城发起进攻时,占领该城的美塞涅人和狄奥尼修斯的雇佣兵集结起来迎战。
γενομένης δὲ μάχης ἐνίκων οἱ Μεσσήνιοι καὶ πλείους τῶν πεντακοσίων ἀπέκτειναν.
战斗爆发后,美塞涅人获胜,并杀死了五百多人。
§14.87.3εὐθὺ δʼ ἐπὶ τὰς Μύλας ἐπελθόντες εἷλον τὴν πόλιν, καὶ τοὺς οἰκισθέντας ἐν αὐτῇ Ναξίους ὑποσπόνδους ἀφῆκαν.
他们随即向米莱进军并攻占了该城,并允许安置在城内的纳克索斯人在休战协定下离去。
οὗτοι μὲν οὖν εἴς τε Σικελοὺς καὶ τὰς ἄλλας τὰς Ἑλληνίδας πόλεις ἀπελθόντες ἄλλοι κατʼ ἄλλους τόπους κατῴκησαν·
于是,这些人离去前往西库尔人(西塞洛伊人)的地方以及其他希腊人城市,分别在不同的地方定居下来。
§14.87.4ὁ δὲ Διονύσιος, τῶν περὶ τὸν πορθμὸν αὐτῷ τόπων κατεσκευασμένων φιλίων, διενοεῖτο μὲν ἐπὶ Ῥήγιον στρατιὰν ἄγειν, παρηνωχλεῖτο δʼ ὑπὸ τῶν τὸ Ταυρομένιον κατειληφότων Σικελῶν.
而狄奥尼修斯,由于海峡周围的地区已被整顿为对大局有利的友好地带,本打算率军进攻雷吉翁,却遭到占领了陶罗梅尼翁的西库尔人的骚扰。
§14.87.5διόπερ κρίνας συμφέρειν τούτοις ἐπιθέσθαι πρώτοις, ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν, καὶ στρατοπεδεύσας ἐκ τοῦ πρὸς τὴν Νάξον μέρους προσεκαρτέρει τῇ πολιορκίᾳ τὸν χειμῶνα, νομίζων τοὺς Σικελοὺς ἐκλείψειν τὸν λόφον διὰ τὸ μὴ πάλαι κατῳκηκέναι.
因此,他认为先攻击这些人是有利的,便率军迎击他们,并在面向纳克索斯的一侧安营扎寨,在冬季坚持围攻,认为西库尔人会因为迁入时间不长而放弃该山头。

词汇与语法注释

  1. 14.87.1κατασκευάζεται — 位于间接引语的 ὅτι(ὅτι)从句中,尽管主句有过去时分词(κατηγοροῦντες),这里仍保留了直陈语气现在时,强调狄奥尼修斯的准备工作对于当事人来说是迫在眉睫的进行时态。
  2. 14.87.1πολιορκήσοντα — 将来时主动分词,修饰名词 στρατηγὸν,表示目的(“为了围攻”)。
  3. 14.87.4τῶν περὶ τὸν πορθμὸν αὐτῷ τόπων κατεσκευασμένων φιλίων — 属格绝对结构。代词 αὐτῷ 作关系与格(“对他而言”),形容词 φιλίων 作表语性修饰:“由于海峡周围的地区已被整顿为对他而言友好的地带”。
  4. 14.87.5διὰ τὸ μὴ πάλαι κατῳκηκέναι — 介词 διά 连同宾格冠词及现在完成时不定词。该不定词的逻辑主语为前文不定词从句的主语 τοὺς Σικελοὺς。完成时表示过去定居并持续至今的状态,由 μὴ π浅(μὴ πάλαι)否定和修饰,表示原因:“由于他们迁入并定居的时间不长”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.87.1-14.87.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.87.1-14.87.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。