Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.85.1-14.85.4

雅典长墙的重建与科农被捕

第 379 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官欧布里德斯任内,科农在波斯支持下着手重建比雷埃夫斯城墙和长墙;然而,波斯将领提里巴佐斯因嫉妒其成功,将科农诱至萨尔迪斯并予以逮捕。

§14.85.1ἐπεὶ δὲ ὁ ἐνιαυσιαῖος χρόνος διεληλύθει, Ἀθήνησι μὲν Εὐβουλίδης ἦρξεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Σέργιος, Αὖλος Ποστούμιος, Πόπλιος Κορνήλιος, Κόιντος Μάνλιος.
当一年的时间过去后,在雅典由欧布里德斯担任执政官,而在罗马,则由六位军事执政官——路奇乌斯·塞尔吉乌斯、奥卢斯·波斯图米乌斯、普布利乌斯·科尔内利乌斯、昆图斯·曼利乌斯执掌执政官权力。
§14.85.2περὶ δὲ τούτους τοὺς χρόνους Κόνων τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχων, ὀγδοήκοντα τριήρεσι καταπλεύσας εἰς τὸν Πειραιέα τοῖς πολίταις ὑπέσχετο τὸν περίβολον τῆς πόλεως ἀνοικοδομήσειν· τοῦ γὰρ Πειραιέως τὰ τείχη καὶ τὰ μακρὰ σκέλη καθῄρητο κατὰ τὰς Λακεδαιμονίων συνθήκας, ὅτε κατεπονήθησαν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ.
大约在此期间,掌控着国王舰队指挥权的科农率领八十艘三段铎船驶入比雷埃夫斯,并向公民们承诺将重建城市的围墙;因为在伯罗奔尼撒战争中战败时,根据与拉刻代蒙人达成的协定,比雷埃夫斯的城墙和长墙已被摧毁。
§14.85.3ὁ δʼ οὖν Κόνων μισθωσάμενος πλῆθος τεχνιτῶν, καὶ τὸν ἐκ τῶν πληρωμάτων ὄχλον εἰς ὑπηρεσίαν παραδούς, ταχέως τὸ πλεῖστον μέρος τοῦ τείχους ἀνῳκοδόμησε· καὶ γὰρ Θηβαῖοι πεντακοσίους τεχνίτας καὶ λιθοτόμους ἀπέστειλαν, καί τινες ἄλλαι τῶν πόλεων παρεβοήθησαν.
于是,科农雇佣了大量的工匠,并将船员中的众人投入到辅助工作中,迅速重建了城墙的大部分;因为底比斯人也派遣了五百名工匠和石匠,其他一些城市也提供了援助。
§14.85.4Τιρίβαζος δʼ ὁ τῶν κατὰ τὴν Ἀσίαν πεζῶν δυνάμεων ἀφηγούμενος ἐφθόνει ταῖς τοῦ Κόνωνος εὐπραξίαις, καὶ πρόφασιν μὲν λαβὼν ὅτι ταῖς βασιλικαῖς δυνάμεσι τὰς πόλεις Ἀθηναίοις κατακτᾶται, προαγαγόμενος δʼ αὐτὸν εἰς Σάρδεις συνέλαβε καὶ δήσας εἰς φυλακὴν κατέθετο.
然而,指挥亚洲陆军的提里巴佐斯嫉妒科农的功绩,一方面以科农利用国王的军队为雅典人夺取城市为口实,另一方面将他诱至萨尔迪斯并予以逮捕,将其捆绑后关入监狱。

词汇与语法注释

  1. 14.85.1χιλίαρχοι ἕξ — 原文虽称有“六位军事执政官”(χιλίαρχοι ἕξ),但随后仅列出了四人的名字:路奇乌斯·塞尔吉乌斯、奥卢斯·波斯图米乌斯、普布利乌斯·科尔内利乌斯和昆图斯·曼利乌斯。这一不符可能是由于抄本流传过程中的残缺,或者是作者本人的疏漏。
  2. 14.85.2κατεπονήθησαν — 此处为第三人称复数、不定过去时、被动语态动词。其主语虽未明言,但指代前句中的“公民们”(τοῖς πολίταις),即雅典人。这指的是雅典在伯罗奔尼撒战争末期战败投降的历史事实。
  3. 14.85.4πρόφασιν μὲν λαβὼν — 通过小词 `μὲν` 和 `δὲ`(在 `προαγαγόμενος δʼ` 中),提里巴佐斯的两个行动形成对比:一方面是编造控告科农的借口,另一方面是实际上诱捕他。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.85.1-14.85.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.85.1-14.85.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。