§14.86.1ἐν δὲ τῇ Κορίνθῳ τινὲς τῶν ἐπιθυμούντων δημοκρατίας συστραφέντες ἀγώνων ὄντων ἐν τῷ θεάτρῳ φόνον ἐποίησαν καὶ στάσεως ἐπλήρωσαν τὴν πόλιν·
コリントスにおいては、民主政を望む者たちの一部が徒党を組み、劇場で競技が行われている最中に殺戮を行い、都市を内乱で満たした。
συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων, ἑκατὸν μὲν καὶ εἴκοσι τῶν πολιτῶν ἀπέσφαξαν, πεντακοσίους δʼ ἐφυγάδευσαν.
アルゴス人が彼らの大胆な企てに加担したため、彼らは市民のうち百二十人を虐殺し、五百人を追放した。
§14.86.2Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀθροιζόντων, Ἀθηναῖοι καὶ Βοιωτοὶ παρεβοήθουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται.
ラケダイモン人たちが帰還させる準備をして軍勢を集めていたとき、アテナイ人とボイオティア人は、その都市を自らの支配下に置くために、虐殺者たちを援助した。
§14.86.3καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταθμον ἐπελθόντες νυκτὸς κατὰ κράτος εἷλαν·
そして、追放された者たちはラケダイモン人および同盟軍とともに、レカイオンと軍港を夜間に襲撃して力づくで占領した。
τῇ δʼ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσθαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν.
翌日、都市から人々が打って出て、それをイフィクラテスが率いていたが、戦闘が起こり、その中でラケダイモン人が勝利して少なからぬ人々を殺害した。
§14.86.4μετὰ δὲ ταῦτα οἵ τε Βοιωτοὶ καὶ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀργεῖοι καὶ Κορίνθιοι πάσῃ τῇ δυνάμει παρελθόντες εἰς τὸ Λέχαιον, τὸ μὲν πρῶτον πολιορκήσαντες τὸ χωρίον τὸ ἐντὸς τοῦ διατειχίσματος εἰσεβιάζοντο·
その後、ボイオティア人とアテナイ人、さらにこれに加えてアルゴス人とコリントス人が全軍を率いてレカイオンに進み、最初は障壁の内側の区域を包囲して力づくで押し入った。
μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων καὶ τῶν φυγάδων λαμπρῶς ἀγωνισαμένων ἐξεώσθησαν οἱ Βοιωτοὶ καὶ οἱ μετʼ αὐτῶν ἅπαντες.
しかしその後、ラケダイモン人と追放された者たちが目覚ましく戦ったため、ボイオティア人と彼らに同行していた者たち全員が押し戻された。
οὗτοι μὲν οὖν περὶ χιλίους τῶν στρατιωτῶν ἀποβαλόντες εἰς τὴν πόλιν ἀπεχώρησαν.
こうして彼らは約千人の兵士を失い、都市へと撤退した。
§14.86.5εὐθὺ δὲ τῶν Ἰσθμίων ἐπελθόντων διεφέροντο περὶ τῆς θέσεως τοῦ ἀγῶνος·
そして、イストミア競技会が間近に迫ると、彼らは競技の開催地をめぐって争った。
καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν θεῖναι τὸν ἀγῶνα,
大いに反目し合った末に、ラケダイモン人が優勢となり、追放された者たちに競技を開催させた。
§14.86.6τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινθον γενομένων ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.
戦争の惨禍がほぼコリントスの周辺で起こったため、この戦争はコリントス戦争と呼ばれ、八年間続いた。