§14.83.1Λακεδαιμόνιοι δʼ ὁρῶντες τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐφʼ ἑαυτοὺς συνισταμένας, ἐψηφίσαντο τόν τε Ἀγησίλαον ἐκ τῆς Ἀσίας μεταπέμψασθαι καὶ τὴν μετʼ αὐτοῦ δύναμιν, αὐτοὶ δὲ ἐν τοσούτῳ παρά τε σφῶν καὶ τῶν συμμάχων ἀθροίσαντες πεζοὺς μὲν δισμυρίους τρισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, ἀπήντησαν τοῖς πολεμίοις.
拉刻代蒙人见希腊最伟大的城市联合起来反对他们,便投票决定将阿格西劳斯及其军队从亚洲召回;与此同时,他们自己从本国及盟国中集结了两万三千名步兵和五百名骑兵,前来迎击敌人。
§14.83.2γενομένης δὲ παρατάξεως παρὰ τὸν Νεμέαν ποταμὸν μέχρι νυκτός, ἑκατέρων προετέρησε τὰ μέρη τοῦ στρατεύματος· καὶ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἔπεσον ἑκατὸν πρὸς τοῖς χιλίοις, Βοιωτῶν δὲ καὶ τῶν ἄλλων συμμάχων περὶ δισχιλίους ὀκτακοσίους.
在内美阿河畔进行了一场持续到深夜的交战,双方军队的局部各自占据了优势;拉刻代蒙人及其盟友战死了一千一百人,玻奥提亚人及其他盟友则战死了约二千八百人。
§14.83.3Ἀγησίλαος δὲ τὴν δύναμιν ἐκ τῆς Ἀσίας διαβιβάσας εἰς τὴν Εὐρώπην, τὸ μὲν πρῶτον Θρᾳκῶν τινων ἀπαντησάντων αὐτῷ πολλῇ στρατιᾷ, μάχῃ τε ἐνίκησε καὶ τοὺς πλείστους τῶν βαρβάρων ἀνεῖλε· μετὰ δὲ ταῦτα διὰ Μακεδονίας τὴν πορείαν ἐποιεῖτο, τὴν αὐτὴν διεξιὼν χώραν ἣν καὶ Ξέρξης ἐπορεύθη, καθʼ ὃν καιρὸν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας.
阿格西劳斯将他的军队从亚洲渡海运往欧洲后,起初,一些色雷斯人率大军前来阻击他,他在战斗中击败了他们,并机智地歼灭了这些蛮族的大部分;此后,他穿过马其顿行军,经过了当年薛西斯远征希腊时所走过的同一片土地。
§14.83.4Ἀγησίλαος μὲν οὖν διὰ Μακεδονίας καὶ Θετταλίας πορευθείς, ὡς διῆλθε τὰ περὶ Θερμοπύλας στενά, τὴν πορείαν ἐποιεῖτο.
于是,阿格西劳斯穿过马其顿和色萨利行军,在通过了温泉关附近的险隘后,继续前进。
Κόνων δὲ ὁ Ἀθηναῖος καὶ Φαρνάβαζος ἀφηγοῦντο μὲν τοῦ βασιλικοῦ στόλου, διέτριβον δὲ περὶ Λώρυμα τῆς Χερρονήσου, τριήρεις ἔχοντες πλείους τῶν ἐνενήκοντα.
雅典人科农和法尔纳巴佐斯指挥着国王的舰队,他们拥有九十多艘三列桨战船,驻扎在半岛的洛里马附近。
§14.83.5πυθόμενοι δὲ ἐν Κνίδῳ τὸ ναυτικὸν τῶν πολεμίων εἶναι, τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζοντο.
得知敌人的海军在克尼多斯后,他们便做好了海战的准备。
Πείσανδρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐξέπλευσεν ἐκ τῆς Κνίδου τριήρεσιν ὀγδοήκοντα πέντε, καὶ κατηνέχθη πρὸς Φύσκον τῆς Χερρονήσου.
拉刻代蒙人的海军统帅佩桑德罗斯率领八十五艘三列桨战船从克尼多斯起航,驶抵半岛的菲斯库斯。
§14.83.6ἐκεῖθεν δʼ ἐκπλεύσας περιέπεσε τῷ στόλῳ τοῦ βασιλέως, καὶ ταῖς μὲν προπλεούσαις ναυσὶ συμβαλὼν προετέρει, τῶν δὲ Περσῶν ἅμα ταῖς τριήρεσιν ἀθρόαις παραβοηθησάντων, ἐπειδὴ πάντες οἱ σύμμαχοι πρὸς τὴν γῆν ἔφυγον, τὴν ἰδίαν ναῦν ἐπέστρεψεν, αἰσχρὸν εἶναι νομίσας καὶ τῆς Σπάρτης ἀνάξιον τὸ φυγεῖν ἀγεννῶς.
他从那里起航后,遭遇了国王的舰队,并与前锋船只交战,起初占据了优势;但在波斯人动用全部三列桨战船一同前来增援,且所有盟友都逃往陆地后,他掉转了自己的战船,因为他认为卑鄙地逃跑是可耻的,也不配作为斯巴达人。
§14.83.7ἀγωνισάμενος δὲ λαμπρῶς καὶ πολλοὺς τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίως τῆς πατρίδος ἀνῃρέθη μαχόμενος.
在英勇战斗并杀死了许多敌人之后,他最终以配得上祖国的方式在战斗中牺牲。
οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆς γῆς καταδιώξαντες τοὺς Λακεδαιμονίους πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δʼ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντες κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίους· αἱ δὲ λοιπαὶ τριήρεις εἰς Κνίδον διεσώθησαν.
科农及其部下将拉刻代蒙人一直追击到陆地,俘获了五十艘三列桨战船;至于船员,大部分人游上陆地逃走,但约有五百人被俘;其余的三列桨战船则安全逃回了克尼多斯。