§14.83.1Λακεδαιμόνιοι δʼ ὁρῶντες τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐφʼ ἑαυτοὺς συνισταμένας, ἐψηφίσαντο τόν τε Ἀγησίλαον ἐκ τῆς Ἀσίας μεταπέμψασθαι καὶ τὴν μετʼ αὐτοῦ δύναμιν, αὐτοὶ δὲ ἐν τοσούτῳ παρά τε σφῶν καὶ τῶν συμμάχων ἀθροίσαντες πεζοὺς μὲν δισμυρίους τρισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, ἀπήντησαν τοῖς πολεμίοις.
一方、ラケダイモン人は、ギリシアの最も偉大な諸都市が自分たちに対して同盟を組んでいるのを目にして、アジアからアゲシラオスとその率いる軍勢を呼び戻すことを決議した。 一方、彼ら自身はその間に、自国および同盟国から歩兵二万三千人、騎兵五百人を集め、敵を迎え撃った。
§14.83.2γενομένης δὲ παρατάξεως παρὰ τὸν Νεμέαν ποταμὸν μέχρι νυκτός, ἑκατέρων προετέρησε τὰ μέρη τοῦ στρατεύματος·
そしてネメア川のほとりで夜まで会戦が行われ、双方の軍の一部の部隊が優勢となった。
καὶ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἔπεσον ἑκατὸν πρὸς τοῖς χιλίοις, Βοιωτῶν δὲ καὶ τῶν ἄλλων συμμάχων περὶ δισχιλίους ὀκτακοσίους.
そしてラケダイモン人とその同盟国側では千百人が戦死し、ボイオティア人とその他の同盟国側では約二千八百人が戦死した。
§14.83.3Ἀγησίλαος δὲ τὴν δύναμιν ἐκ τῆς Ἀσίας διαβιβάσας εἰς τὴν Εὐρώπην, τὸ μὲν πρῶτον Θρᾳκῶν τινων ἀπαντησάντων αὐτῷ πολλῇ στρατιᾷ, μάχῃ τε ἐνίκησε καὶ τοὺς πλείστους τῶν βαρβάρων ἀνεῖλε·
アゲシラオスはアジアからヨーロッパへ軍勢を渡らせると、最初は、一部のトラキア人が大軍を率いて彼に立ちふさがったが、戦闘でこれに勝利し、その異民族の大部分を殺害した。
μετὰ δὲ ταῦτα διὰ Μακεδονίας τὴν πορείαν ἐποιεῖτο, τὴν αὐτὴν διεξιὼν χώραν ἣν καὶ Ξέρξης ἐπορεύθη, καθʼ ὃν καιρὸν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας.
その後、彼はマケドニアを通って進軍し、かつてクセルクセスがギリシア人に対して遠征した際に行軍したのと同じ土地を通過した。
§14.83.4Ἀγησίλαος μὲν οὖν διὰ Μακεδονίας καὶ Θετταλίας πορευθείς, ὡς διῆλθε τὰ περὶ Θερμοπύλας στενά, τὴν πορείαν ἐποιεῖτο.
こうしてアゲシラオスはマケドニアとテッサリアを通って進み、テルモピュライ近辺の難所を通過すると、進軍を続けた。
Κόνων δὲ ὁ Ἀθηναῖος καὶ Φαρνάβαζος ἀφηγοῦντο μὲν τοῦ βασιλικοῦ στόλου, διέτριβον δὲ περὶ Λώρυμα τῆς Χερρονήσου, τριήρεις ἔχοντες πλείους τῶν ἐνενήκοντα.
一方、アテナイ人のコノンとファルナバゾスは、王の艦隊を指揮しており、九十隻を超える三段橈船を擁して、ケルソネソスのロリュマ近辺に留まっていた。
§14.83.5πυθόμενοι δὲ ἐν Κνίδῳ τὸ ναυτικὸν τῶν πολεμίων εἶναι, τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζοντο.
敵の艦隊がクニドスにあることを知ると、彼らは海戦の準備を整えた。
Πείσανδρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐξέπλευσεν ἐκ τῆς Κνίδου τριήρεσιν ὀγδοήκοντα πέντε, καὶ κατηνέχθη πρὸς Φύσκον τῆς Χερρονήσου.
一方、ラケダイモン人の海軍司令官ペイサンドロスは、八十五隻の三段橈船を率いてクニドスから出航し、ケルソネソスのフュスコスへと入港した。
§14.83.6ἐκεῖθεν δʼ ἐκπλεύσας περιέπεσε τῷ στόλῳ τοῦ βασιλέως, καὶ ταῖς μὲν προπλεούσαις ναυσὶ συμβαλὼν προετέρει, τῶν δὲ Περσῶν ἅμα ταῖς τριήρεσιν ἀθρόαις παραβοηθησάντων, ἐπειδὴ πάντες οἱ σύμμαχοι πρὸς τὴν γῆν ἔφυγον, τὴν ἰδίαν ναῦν ἐπέστρεψεν, αἰσχρὸν εἶναι νομίσας καὶ τῆς Σπάρτης ἀνάξιον τὸ φυγεῖν ἀγεννῶς.
そこから出航すると、彼は王の艦隊に遭遇し、前衛の艦船と交戦して最初は優勢であったが、ペルシア兵たちが三段橈船を総動員して一度に増援に赴くと、すべての同盟国が陸地へと逃亡したため、彼は自分の船を反転させた。 卑怯に逃亡することは不名誉であり、スパルタに値しないと考えたからである。
§14.83.7ἀγωνισάμενος δὲ λαμπρῶς καὶ πολλοὺς τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίως τῆς πατρίδος ἀνῃρέθη μαχόμενος.
彼は見事に戦い、多くの敵を討ち倒した末に、最後は祖国に恥じない形で、戦いながら命を落とした。
οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆς γῆς καταδιώξαντες τοὺς Λακεδαιμονίους πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δʼ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντες κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίους·
一方、コノンとその部下たちは、ラケダイモン人を陸地まで追跡して五十隻の三段橈船を拿捕した。 乗組員のうち大部分は泳ぎ上がって陸伝いに逃亡したが、約五百人が捕虜となった。
αἱ δὲ λοιπαὶ τριήρεις εἰς Κνίδον διεσώθησαν.
残りの三段橈船はクニドスへと逃げ延びた。