Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.82.1-14.82.10

四邦结盟与伊斯美尼亚斯的胜利

第 376 段,共 723 段 · 希腊语

内容简介

雅典、玻奥提亚、哥林多和阿哥斯结成同盟,成功争取到许多城市脱离拉刻代蒙人。玻奥提亚领袖伊斯美尼亚斯联合其他地方势力,在与福基斯人的交战中取得胜利。

§14.82.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν τὴν ἀρχὴν ἔλαβε Διόφαντος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων ἓξ χιλίαρχοι τὴν ὑπατικὴν ἀρχὴν διῴκουν, Λεύκιος Οὐαλέριος, Μάρκος Φούριος, Κόιντος Σερουίλιος, Κόιντος Σουλπίκιος.
当这一年过去后,狄奥凡托斯在雅典出任执政官;而在罗马,代替执政官职权的是六名军事执政官执掌政务,他们是卢基乌斯·瓦莱里乌斯、马尔库斯·富里乌斯、昆图斯·塞尔维利乌斯、昆图斯·苏尔皮基乌斯。
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βοιωτοὶ καὶ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Κορίνθιοι καὶ Ἀργεῖοι, συμμαχίαν πρὸς ἀλλήλους ἐποιήσαντο.
在他们接掌政权后,玻奥提亚人和雅典人,此外还有哥林多人和阿哥斯人,彼此结成了同盟。
§14.82.2μισουμένων γὰρ τῶν Λακεδαιμονίων ὑπὸ τῶν συμμάχων διὰ τὸ βάρος τῆς ἐπιστασίας, ᾤοντο ῥᾳδίως καταλύσειν αὐτῶν τὴν ἡγεμονίαν, τὰς μεγίστας πόλεις συμφρονούσας ἔχοντες.
因为拉刻代蒙人因其统治的重压而受到盟友的憎恨,他们认为在拥有这些最伟大的城市保持团结一致的情况下,可以轻易推翻拉刻代蒙人的霸权。
καὶ πρῶτον μὲν συνέδριον κοινὸν ἐν τῇ Κορίνθῳ συστησάμενοι τοὺς βουλευσομένους ἔπεμπον καὶ κοινῶς διῴκουν τὰ κατὰ τὸν πόλεμον, μετὰ δὲ ταῦτα πρέσβεις εἰς τὰς πόλεις ἀποστέλλοντες πολλοὺς συμμάχους ἀπὸ Λακεδαιμονίων ἀπέστησαν·
首先,他们在哥林多建立了一个共同评议会,派遣议员并共同管理战争事务;此后,他们派遣使节前往各城市,使许多盟国背叛了拉刻代蒙人。
§14.82.3εὐθὺ γὰρ αὐτοῖς ἥ τε Εὔβοια ἅπασα προσέθετο καὶ Λευκάδιοι, πρὸς δὲ τούτοις Ἀκαρνᾶνές τε καὶ Ἀμβρακιῶται καὶ Χαλκιδεῖς οἱ πρὸς τῇ Θρᾴκῃ.
因为几乎整个优波亚和留卡斯人都立即加入了他们,此外还有阿卡纳尼亚人、安布拉基亚人以及色雷斯附近的卡尔基迪亚人。
§14.82.4ἐπεβάλοντο δὲ καὶ τοὺς ἐν Πελοποννήσῳ κατοικοῦντας πείθειν ἀποστῆναι Λακεδαιμονίων, οὐδεὶς δʼ αὐτοῖς ὑπήκουσεν· ἡ γὰρ Σπάρτη κατὰ τὰ πλευρὰ κειμένη καθαπερεί τις ἀκρόπολις ἦν καὶ φρουρὰ πάσης Πελοποννήσου.
他们还试图说服居住在伯罗奔尼撒的人背叛拉刻代蒙人,但没有一个人听从他们;因为斯巴达坐落在侧翼,可以说是整个伯罗奔尼撒的卫城和驻军地。
§14.82.5Μηδίου δὲ τοῦ τῆς Λαρίσσης τῆς ἐν Θετταλίᾳ δυναστεύοντος διαπολεμοῦντος πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον, καὶ δεομένου πέμψαι βοήθειαν, ἀπέστειλεν αὐτῷ τὸ συνέδριον στρατιώτας δισχιλίους·
由于色萨利拉里萨的统治者美迪乌斯正与费莱的僭主吕科弗隆交战,并请求派遣援军,评议会便向他派遣了两千名士兵。
§14.82.6ὁ δὲ Μήδιος τῆς συμμαχίας αὐτῷ παραγενομένης Φάρσαλον εἷλεν ὑπὸ Λακεδαιμονίων φρουρουμένην καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἐλαφυροπώλησεν.
美迪乌斯在同盟军抵达后,占领了由拉刻代蒙人驻守的法萨卢斯,并将那里的居民作为战利品出售。
μετὰ δὲ ταῦθʼ οἱ Βοιωτοὶ μετʼ Ἀργείων Ἡράκλειαν τὴν ἐν Τραχῖνι κατελάβοντο, χωρισθέντες ἀπὸ Μηδίου·
此后,玻奥提亚人与阿哥斯人一同离开了美迪乌斯,占领了特拉克斯的赫拉克莱亚。
καὶ νυκτὸς ἐντὸς τῶν τειχῶν ὑπό τινων εἰσαχθέντες Λακεδαιμονίους μὲν τοὺς καταληφθέντας ἀπέσφαξαν, τοὺς δʼ ἀπὸ Πελοποννήσου τὰ σφῶν ἔχοντας εἴασαν ἀπελθεῖν.
他们夜间由某些人引导进入城墙内,杀死了被捕的拉刻代蒙人,但允许来自伯罗奔尼撒的人携带自己的财产离去。
§14.82.7εἰς δὲ τὴν πόλιν τοὺς Τραχινίους φεύγοντας ἐκ τῶν πατρίδων ὑπὸ Λακεδαιμονίων μεταπεμπόμενοι, τούτοις ἔδωκαν τὴν πόλιν οἰκεῖν, οἳ καὶ παλαιότατοι τῆς χώρας ταύτης ἦσαν οἰκήτορες.
他们把被拉刻代蒙人驱逐出家园的特拉克斯人召回城内,将城市交给他们居住,因为他们是这片土地上最古老的居民。
μετὰ δὲ ταῦθʼ ὁ τῶν Βοιωτῶν ἀφηγούμενος Ἰσμηνίας τοὺς μὲν Ἀργείους ἐν τῇ πόλει κατέλιπε φυλακῆς ἕνεκα, αὐτὸς δὲ πείσας ἀποστῆναι ἀπὸ Λακεδαιμονίων Αἰνιᾶνας καὶ Ἀθαμᾶνας ἤθροισε παρά τε τούτων καὶ τῶν συμμάχων στρατιώτας·
此后,玻奥提亚人的领袖伊斯美尼亚斯将阿哥斯人留在城内负责防守,他自己则说服爱尼阿尼亚人和阿塔马尼亚人背叛拉刻代蒙人,并从他们和盟友那里集结了士兵。
τοὺς πάντας δʼ ἔχων μικρὸν ἀπολείποντας τῶν ἑξακισχιλίων ἐστράτευσεν εἰς Φωκεῖς.
他率领总数略少于六千人的军队,向福基斯人进军。
§14.82.8καταστρατοπεδεύοντος δʼ αὐτοῦ εἰς Νάρυκα τῆς Λοκρίδος, ἐξ ἧς φασι τὸν Αἴαντα γεγενῆσθαι, τὸ πλῆθος τῶν Φωκέων ἀπήντησε μετὰ τῶν ὅπλων, τὴν ἡγεμονίαν ἔχοντος Ἀλκισθένους τοῦ Λάκωνος.
当他在洛克里斯的纳里克斯(据说埃阿斯就出生于此)安营扎寨时,福基斯的大军在拉科尼亚人阿尔基斯泰尼斯的指挥下,手持武器前来迎击。
§14.82.9γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς ἐκράτησαν οἱ Βοιωτοί, καὶ μέχρι νυκτὸς διώξαντες τοὺς φεύγοντας ἀνεῖλον οὐ πολὺ λείποντας τῶν χιλίων, τῶν δʼ ἰδίων ἀπέβαλον ἐν τῇ μάχῃ περὶ πεντακοσίους.
战斗持续了很长时间,非常激烈,最终玻奥提亚人获胜,他们追击逃兵直到夜幕降临,歼敌略少于一千人,而他们自己在战斗中损失了大约五百人。
§14.82.10μετὰ δὲ τὴν παράταξιν ἀμφότεροι μὲν διέλυσαν τὸ στρατόπεδον εἰς τὰς ἰδίας πατρίδας· οἱ δʼ εἰς Κόρινθον τὸ συνέδριον ἀγαγόντες, ἐπεὶ κατὰ νοῦν αὐτοῖς προεχώρει τὰ πράγματα, συνήγαγον ἐξ ἁπασῶν τῶν πόλεων στρατιώτας εἰς Κόρινθον, πεζοὺς μὲν πλείους μυρίων πεντακισχιλίων, ἱππεῖς δὲ περὶ πεντακοσίους.
战役结束后,双方都将军队解散回各自的家乡;而那些在哥林多召开评议会的人,由于事情进展如意,便从所有城市召集士兵到哥林多,步兵有一万五千多人,骑兵约五百人。

词汇与语法注释

  1. §14.82.1ἓξ χιλίαρχοι — 虽然文中提到“六位军职论坛官(军事执政官)”,但随后仅列出了四个名字。这表明抄本可能存在残缺,或者是作者狄奥多罗斯本人的记述失误。
  2. §14.82.2τὰς μεγίστας πόλεις συμφρονούσας ἔχοντες — 分词 `συμφρονούσας`(意见一致)作为 `ἔχοντες`(拥有)的补足语,表示原因或伴随状况,意为“在拥有这些最伟大的城市保持团结一致的情况下”。
  3. §14.82.4ἐπεβάλοντο — 动词 `ἐπιβάλλομαι`(中间态)后接不定式 `πείθειν`,表示“着手劝说”或“企图说服”之意。
  4. §14.82.6χωρισθέντες ἀπὸ Μηδίου — 被动不定过去时分词 `χωρισθέντες` 意为“与……分离/离开”,表明玻奥提亚人和阿哥斯人脱离了协助美迪乌斯的任务,转而采取独立行动。
  5. §14.82.7φεύγοντας ἐκ τῶν πατρίδων ὑπὸ Λακεδαιμονίων — 尽管现在分词 `φεύγοντας` 在形式上是主动语态,但其在语义上具有被动含义(“被驱逐/流亡”),因此可以与表示施事者的 `ὑπό` 加属格(被拉刻代蒙人)连用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.82.1-14.82.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.82.1-14.82.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。