§14.84.1Ἀγησίλαος δὲ προσλαβόμενος ἐκ Πελοποννήσου στρατιώτας, ἐπειδὴ μετὰ τῆς δυνάμεως ἐπέβαινεν εἰς Βοιωτίαν, εὐθὺς οἱ Βοιωτοὶ μετὰ τῶν συμμάχων ἀπήντησαν εἰς Κορώνειαν.
阿格西劳斯从伯罗奔尼撒招募了更多士兵,当他率军进入玻奥提亚时,玻奥提亚人及其盟友立即在科罗尼亚迎击。
γενομένης δὲ παρατάξεως Θηβαῖοι μὲν τὸ καθʼ αὑτοὺς μέρος τρεψάμενοι μέχρι τῆς παρεμβολῆς κατεδίωξαν, οἱ δʼ ἄλλοι μικρὸν ἀντισχόντες χρόνον ὑπʼ Ἀγησιλάου καὶ τῶν ἄλλων φυγεῖν ἠναγκάσθησαν.
会战开始后,底比斯人击溃了他们当面的敌军,一直追击到营地;而其他人仅抵抗了片刻,就被阿格西劳斯及其部下逼迫逃跑。
§14.84.2διὸ καὶ νενικηκέναι τῇ μάχῃ Λακεδαιμόνιοι διαλαβόντες ἔστησαν τρόπαιον καὶ τοὺς νεκροὺς τοῖς πολεμίοις ὑποσπόνδους ἀπέδωκαν.
因此,拉刻代蒙人判定自己在战斗中获胜,便立起了战胜纪念碑,并在停战协定下将死者交还给敌人。
ἀπέθανον δὲ τῶν Βοιωτῶν καὶ τῶν συμμάχων πλείους τῶν ἑξακοσίων, Λακεδαιμονίων δὲ καὶ τῶν συναγωνισαμένων τριακόσιοι πεντήκοντα· καὶ αὐτὸς Ἀγησίλαος πολλοῖς περιπεπτωκὼς τραύμασιν εἰς Δελφοὺς ἐκομίσθη, κἀκεῖ τὴν ἐπιμέλειαν τοῦ σώματος ἐποιεῖτο.
玻奥提亚人及其盟友战死了六百多人,拉刻代蒙人及其并肩作战者则战死了三百五十人;阿格西劳斯本人也身负重伤,被送往德尔斐,并在那里调养身体。
§14.84.3Φαρνάβαζος δὲ καὶ Κόνων μετὰ τὴν ναυμαχίαν ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν ἐπὶ τοὺς τῶν Λακεδαιμονίων συμμάχους.
法尔纳巴佐斯和科农在海战后,率领所有战船向拉刻代蒙人的盟友起航。
καὶ πρῶτον μὲν Κῴους ἀπέστησαν, εἶτα Νισυρίους καὶ Τηίους.
他们首先使科斯人倒戈,接着是尼西罗斯人和忒奥斯人。
μετὰ δὲ ταῦτα Χῖοι τὴν φρουρὰν ἐκβαλόντες προσέθεντο τοῖς περὶ Κόνωνα· παραπλησίως δὲ μετέβαλον καὶ Μιτυληναῖοι καὶ Ἐφέσιοι καὶ Ἐρυθραῖοι.
此后,希奥斯人驱逐了守备队,加入了科农及其部下;米蒂利尼人、以弗所人和埃里特莱人也同样改变了立场。
§14.84.4τοιαύτη δὲ τῆς μεταστάσεως σπουδή τις εἰς τὰς πόλεις ἐνέπεσεν, ὧν αἱ μὲν ἐκβάλλουσαι τὰς φρουρὰς τῶν Λακεδαιμονίων τὴν ἐλευθερίαν διεφύλαττον, αἱ δὲ τοῖς περὶ Κόνωνα προσετίθεντο.
诸城市中燃起了如此热烈的变革势头,其中一些城市驱逐了拉刻代蒙人的守备队以维护自由,另一些城市则加入了科农及其部下。
καὶ Λακεδαιμόνιοι μὲν ἀπὸ τούτου τοῦ χρόνου τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέβαλον, οἱ δὲ περὶ Κόνωνα κρίναντες παντὶ τῷ στόλῳ πλεῖν ἐπὶ τὴν Ἀττικὴν ἀνέζευξαν, καὶ τὰς Κυκλάδας νήσους προσαγαγόμενοι κατέπλευσαν ἐπὶ Κύθηρα τὴν νῆσον.
拉刻代蒙人自此失去了海上霸权,而科农及其部下决定率领全部舰队驶向阿提卡,于是起航,并在降服了基克拉泽斯群岛后,驶抵基西拉岛。
§14.84.5εὐθὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυθηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνθου.
他们立即通过袭击占领了该岛,在停战协定下将基西拉人送往拉科尼亚,而他们自己在城市中留下了充足的守备队,随后驶向科林斯。
ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχθησαν ὑπὲρ ὧν ἤθελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δʼ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν.
在抵达那里后,他们与代表们商讨了各自的意图,在结成同盟后给他们留下了资金,而他们自己则起航前往亚洲。
§14.84.6περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀέροπος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη ἕξ· τὴν δʼ ἡγεμονίαν διαδεξάμενος Παυσανίας υἱὸς ἦρξεν ἐνιαυτόν.
大约在同一时间,马其顿人的国王阿埃罗波斯因病去世,在位六年;继承了王位的儿子保萨尼亚斯统治了一年。
§14.84.7Θεόπομπος δʼ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα.
希奥斯人狄奥蓬波斯撰写了十二卷,将他的《希腊史》编纂终结于这一年以及克尼多斯附近的海战。
ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά.
这位历史学家从基诺塞马附近的海战开始写起(修昔底德在此结束了其著作),记述了为期十七年的时间。