§14.8.1Διονύσιος δὲ καταπλαγεὶς τὴν ἀπόστασιν τῶν Συρακοσίων, τὴν μὲν πολιορκίαν ἔλυσεν, εἰς δὲ τὰς Συρακούσας ἠπείγετο, σπεύδων καταλαβέσθαι τὴν πόλιν.
狄奥尼修斯对叙拉古人的叛乱大为震惊,便解除了包围,急忙赶往叙拉古,力图占领该城。
οὗ φυγόντος οἱ τὴν ἀπόστασιν ποιησάμενοι στρατηγοὺς εἵλαντο τοὺς ἀποκτείναντας τὸν ἔπαρχον, καὶ παραλαβόντες τοὺς ἐξ Αἴτνης ἱππεῖς ἐν ταῖς καλουμέναις Ἐπιπολαῖς ἀντεστρατοπέδευσαν τῷ τυράννῳ, καὶ διέκλεισαν αὐτὸν τῆς ἐπὶ τὴν χώραν ἐξόδου.
在他逃走后,发动叛乱的人们选举杀死指挥官的人为将军,并接纳了来自埃特纳的骑兵,在被称为埃皮波莱的地方与僭主对峙安营,切断了他前往领地的出路。
§14.8.2εὐθὺς δὲ πρός τε Μεσσηνίους καὶ Ῥηγίνους πρέσβεις ἀπέστειλαν, δεόμενοι κατὰ θάλατταν συναντιλαβέσθαι τῆς ἐλευθερίας· εἰώθεισαν γὰρ αἱ πόλεις αὗται κατʼ ἐκεῖνον τὸν καιρὸν τριήρεις πληροῦν οὐκ ἐλάττους ὀγδοήκοντα.
他们立即向弥塞尼亚人和雷吉乌姆人派遣了使节,请求他们在海上共同协助争取自由;因为这些城市在当时习惯于装备不少于八十艘的三列桨战船。
ἃς τότε τοῖς Συρακοσίοις αἱ πόλεις ἀπέστειλαν, σπεύδουσαι συνεπιλαβέσθαι τῆς ἐλευθερίας.
当时,这些城市将这些战船派遣给叙拉古人,力图共同协助争取自由。
§14.8.3ἐπεκήρυξαν δὲ καὶ χρημάτων πλῆθος τοῖς ἀνελοῦσι τὸν τύραννον, καὶ τοῖς μεταβαλομένοις τῶν ξένων ἐπηγγείλαντο μεταδώσειν τῆς πολιτείας.
他们还宣布对杀死僭主的人给予巨额赏金,并承诺向倒戈的外邦人分享公民权。
κατεσκεύασαν δὲ καὶ μηχανήματα, διʼ ὧν τὰ τείχη σαλεύοντες ἐξελοῦσι, καὶ προσέβαλλον καθʼ ἡμέραν τῇ Νήσῳ, καὶ τοὺς μεταβαλλομένους τῶν ξένων φιλανθρώπως ἀπεδέχοντο.
他们还制造了可以震撼并夺取城墙的器械,每天对“岛屿”发起进攻,并友善地接纳了那些倒戈的外邦人。
§14.8.4Διονύσιος δὲ τῆς εἰς τὴν χώραν ἐξόδου διακεκλεισμένος καὶ ὑπὸ τῶν μισθοφόρων ἐγκαταλειπόμενος, συνήγαγε τοὺς φίλους βουλευσόμενος περὶ τῶν ἐνεστώτων· οὕτω γὰρ τελέως ἀπήλπιστο τὰ τῆς δυναστείας, ὥστε οὐ ζητεῖν αὐτόν, πῶς καταπολεμήσῃ τοὺς Συρακοσίους, ἀλλὰ ποῖον ὑπομείνας θάνατον μὴ παντελῶς ἄδοξον ποιήσῃ τὴν κατάλυσιν τῆς ἀρχῆς.
另一方面,狄奥尼修斯因被切断了前往领地的出路,且被雇佣兵们抛弃,便召集他的朋友们商讨当前的局势;因为他的统治处境已完全令人绝望,以至于他不再寻求如何击败叙拉古人,而是寻求通过忍受何种死亡,才不至于使自己政权的灭亡显得完全不光彩。
§14.8.5Ἕλωρις μὲν οὖν, εἷς τῶν φίλων, ὡς δʼ ἔνιοί φασιν, ὁ ποιητὸς πατήρ, εἶπεν αὐτῷ, διότι καλὸν ἐντάφιόν ἐστιν ἡ τυραννίς· Πολύξενος δὲ ὁ κηδεστὴς ἀπεφήνατο δεῖν λαβόντα τὸν ὀξύτατον ἵππον εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν ἀφιππεῦσαι πρὸς τοὺς Καμπανούς· τούτους γὰρ Ἰμίλκων ἀπελελοίπει φυλακῆς ἕνεκα τῶν κατὰ Σικελίαν τόπων· Φίλιστος δʼ ὁ μετὰ ταῦτα τὰς ἱστορίας συνταξάμενος, ἀντειπὼν τῷ Πολυξένῳ, προσήκειν ἔφησεν οὐκ ἐφʼ ἵππου θέοντος ἐκπηδᾶν ἐκ τῆς τυραννίδος, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον ἐκπίπτειν.
于是,他的朋友之一赫洛里斯(或者如有些人所说,是他的养父)对他说,僭主统治是一件美丽的寿衣;而他的内兄波吕克塞诺斯则表示,应当骑上最快的马逃往迦太基人的势力范围,去投奔坎帕尼亚人,因为伊米尔卡曾留下这些人来防守西西里各处;但是,后来撰写历史的菲利斯托斯反驳波吕克塞诺斯说,不应当骑着奔驰的马从僭主之位上跳出,而应当被拖着腿扔出去。
§14.8.6ᾧ προσσχὼν ὁ Διονύσιος ἔκρινε πᾶν ὑπομεῖναι πρότερον ἢ τὴν δυναστείαν ἐκλιπεῖν ἑκουσίως.
狄奥尼修斯听取了这一意见,决定宁可忍受一切,也不愿自愿放弃统治。
διόπερ ἀποστείλας πρέσβεις πρὸς τοὺς ἀφεστηκότας, τούτους μὲν παρεκάλει δοῦναι τὴν ἐξουσίαν αὐτῷ μετὰ τῶν ἰδίων ἀπελθεῖν ἐκ τῆς πόλεως, πρὸς δὲ τοὺς Καμπανοὺς λάθρᾳ διαπεμψάμενος ὡμολόγησεν αὐτοῖς δώσειν χρήματα ὅσα ἂν αἰτήσωσιν εἰς τὴν πολιορκίαν.
因此,他向叛乱者派遣了使节,请求他们准许他携带自己的私产离开该城,同时秘密派人去坎帕尼亚人那里,许诺给予他们所要求的任何数额的资金,用于解围。