§14.8.1Διονύσιος δὲ καταπλαγεὶς τὴν ἀπόστασιν τῶν Συρακοσίων, τὴν μὲν πολιορκίαν ἔλυσεν, εἰς δὲ τὰς Συρακούσας ἠπείγετο, σπεύδων καταλαβέσθαι τὴν πόλιν.
ディオニュシオスはシラクサ人たちの叛乱に愕然とし、包囲を解いて、市を占拠しようと急ぎシラクサへと向かった。
οὗ φυγόντος οἱ τὴν ἀπόστασιν ποιησάμενοι στρατηγοὺς εἵλαντο τοὺς ἀποκτείναντας τὸν ἔπαρχον, καὶ παραλαβόντες τοὺς ἐξ Αἴτνης ἱππεῖς ἐν ταῖς καλουμέναις Ἐπιπολαῖς ἀντεστρατοπέδευσαν τῷ τυράννῳ, καὶ διέκλεισαν αὐτὸν τῆς ἐπὶ τὴν χώραν ἐξόδου.
彼が逃亡すると、叛乱を起こした者たちはあの指揮官を殺害した者たちを将軍に選出し、エトナからの騎兵たちを合流させて、いわゆるエピポライに僭主に対抗して陣を敷き、彼が領地へと出る道を遮断した。
§14.8.2εὐθὺς δὲ πρός τε Μεσσηνίους καὶ Ῥηγίνους πρέσβεις ἀπέστειλαν, δεόμενοι κατὰ θάλατταν συναντιλαβέσθαι τῆς ἐλευθερίας·
そしてただちにメッセネ人とレギオン人のもとに使節を派遣し、海上で自由を共に勝ち取るのを助けてくれるよう求めた。
εἰώθεισαν γὰρ αἱ πόλεις αὗται κατʼ ἐκεῖνον τὸν καιρὸν τριήρεις πληροῦν οὐκ ἐλάττους ὀγδοήκοντα.
というのも、これらの都市は当時、八十隻を下らない三段櫂船を艤装する習慣があったからである。
ἃς τότε τοῖς Συρακοσίοις αἱ πόλεις ἀπέστειλαν, σπεύδουσαι συνεπιλαβέσθαι τῆς ἐλευθερίας.
これらの都市は当時、自由を共に勝ち取ろうと努めながら、それらの船をシラクサ人たちのもとに派遣した。
§14.8.3ἐπεκήρυξαν δὲ καὶ χρημάτων πλῆθος τοῖς ἀνελοῦσι τὸν τύραννον, καὶ τοῖς μεταβαλομένοις τῶν ξένων ἐπηγγείλαντο μεταδώσειν τῆς πολιτείας.
彼らはまた、僭主を殺害した者たちに多額の報奨金を布告し、外邦人のうち寝返った者たちには市民権を分かち与えることを約束した。
κατεσκεύασαν δὲ καὶ μηχανήματα, διʼ ὧν τὰ τείχη σαλεύοντες ἐξελοῦσι, καὶ προσέβαλλον καθʼ ἡμέραν τῇ Νήσῳ, καὶ τοὺς μεταβαλλομένους τῶν ξένων φιλανθρώπως ἀπεδέχοντο.
また彼らは、城壁を揺るがして占拠するための兵器を製作し、日々『島』を攻撃し、寝返ってきた外邦人たちを好意的に受け入れた。
§14.8.4Διονύσιος δὲ τῆς εἰς τὴν χώραν ἐξόδου διακεκλεισμένος καὶ ὑπὸ τῶν μισθοφόρων ἐγκαταλειπόμενος, συνήγαγε τοὺς φίλους βουλευσόμενος περὶ τῶν ἐνεστώτων·
一方、ディオニュシオスは領地へ出る道を遮断され、傭兵たちからも見捨てられつつあったので、現在の状況について相談するために友人たちを集めた。
οὕτω γὰρ τελέως ἀπήλπιστο τὰ τῆς δυναστείας, ὥστε οὐ ζητεῖν αὐτόν, πῶς καταπολεμήσῃ τοὺς Συρακοσίους, ἀλλὰ ποῖον ὑπομείνας θάνατον μὴ παντελῶς ἄδοξον ποιήσῃ τὴν κατάλυσιν τῆς ἀρχῆς.
というのも、彼の支配の状況はあまりにも完全に絶望視されていたため、彼はどのようにシラクサ人たちと戦い抜くかを模索するのではなく、いかなる死に耐えることによって、支配の終焉を完全に不名誉なものにせずに済むかを求めるほどであったからである。
§14.8.5Ἕλωρις μὲν οὖν, εἷς τῶν φίλων, ὡς δʼ ἔνιοί φασιν, ὁ ποιητὸς πατήρ, εἶπεν αὐτῷ, διότι καλὸν ἐντάφιόν ἐστιν ἡ τυραννίς·
さて、友人たちの一人であるヘロリス(あるいは一部の者が言うには、養父)は彼に、僭主政とは美しい死に装束である、と言った。
Πολύξενος δὲ ὁ κηδεστὴς ἀπεφήνατο δεῖν λαβόντα τὸν ὀξύτατον ἵππον εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν ἀφιππεῦσαι πρὸς τοὺς Καμπανούς·
しかし、義兄弟のポリュクセノスは、最も駿足の馬に乗って、カルタゴ人の支配領域へと、カンパニア人たちを指して馬で脱出すべきだと意見を述べた。
τούτους γὰρ Ἰμίλκων ἀπελελοίπει φυλακῆς ἕνεκα τῶν κατὰ Σικελίαν τόπων·
というのも、彼らをヒミルコンがシケリアの諸地方の守備のために残しておいたからである。
Φίλιστος δʼ ὁ μετὰ ταῦτα τὰς ἱστορίας συνταξάμενος, ἀντειπὼν τῷ Πολυξένῳ, προσήκειν ἔφησεν οὐκ ἐφʼ ἵππου θέοντος ἐκπηδᾶν ἐκ τῆς τυραννίδος, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον ἐκπίπτειν.
しかし、のちに歴史書を執筆することになるフィリストスは、ポリュクセノスに反論して、僭主政からは、疾走する馬に乗って飛び出すべきではなく、片脚を引っ張られながら引きずり落とされるべきである、と述べた。
§14.8.6ᾧ προσσχὼν ὁ Διονύσιος ἔκρινε πᾶν ὑπομεῖναι πρότερον ἢ τὴν δυναστείαν ἐκλιπεῖν ἑκουσίως.
これに心を留めたディオニュシオスは、自ら進んで支配権を放棄するよりは、あらゆることに耐え抜くことを決意した。
διόπερ ἀποστείλας πρέσβεις πρὸς τοὺς ἀφεστηκότας, τούτους μὲν παρεκάλει δοῦναι τὴν ἐξουσίαν αὐτῷ μετὰ τῶν ἰδίων ἀπελθεῖν ἐκ τῆς πόλεως, πρὸς δὲ τοὺς Καμπανοὺς λάθρᾳ διαπεμψάμενος ὡμολόγησεν αὐτοῖς δώσειν χρήματα ὅσα ἂν αἰτήσωσιν εἰς τὴν πολιορκίαν.
それゆえ、叛乱を起こした者たちのもとに使節を送り、彼らに対しては、私物を携えて市から退去する許可を自分に与えるよう懇願し、他方で、カンパニア人たちのもとには密使を送り、彼らが要求するだけの金銭を、包囲戦のために与えることを約束した。