Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.7.1-14.7.7

狄奥尼修斯加固要塞与叙拉古军叛乱

第 301 段,共 723 段 · 希腊语

内容简介

叙拉古僭主狄奥尼修斯在与迦太基停战后,通过加固“岛屿”要塞来巩固其统治。在随后的讨伐西西里人行动中,随军的叙拉古士兵发生叛乱,导致指挥官被杀,并向埃特纳骑兵寻求支援。

§14.7.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος ἐπειδὴ πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, περὶ τὴν ἀσφάλειαν τῆς τυραννίδος διενοεῖτο μᾶλλον γίνεσθαι· ὑπελάμβανε γὰρ τοὺς Συρακοσίους ἀπολελυμένους τοῦ πολέμου σχολὴν ἕξειν εἰς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι.
在西西里,西西里人的僭主狄奥尼修斯在与迦太基人缔结和约后,开始更多地考虑如何使自己僭主统治的安全得到加强;因为他料想,叙拉古人一旦从战争中解脱出来,就会有闲暇去夺回自由。
§14.7.2θεωρῶν δὲ τῆς πόλεως τὴν Νῆσον ὀχυρωτάτην οὖσαν καὶ δυναμένην ῥᾳδίως φυλάττεσθαι, ταύτην μὲν διῳκοδόμησεν ἀπὸ τῆς ἄλλης πόλεως τείχει πολυτελεῖ, καὶ πύργους ὑψηλοὺς καὶ πυκνοὺς ἐνῳκοδόμησε, καὶ πρὸ αὐτῆς χρηματιστήρια καὶ στοὰς δυναμένας ὄχλων ἐπιδέχεσθαι πλῆθος.
他看到城中的“岛屿”最为坚固且易于防守,便用一道造价高昂的城壁将它与其余城市隔开,并在其中建造了高大而密集的塔楼,还在它前面建造了能容纳大量人群的交易所和柱廊。
§14.7.3ᾠκοδόμησε δʼ ἐν αὐτῇ πολυτελῶς ὠχυρωμένην ἀκρόπολιν πρὸς τὰς αἰφνιδίους καταφυγάς, καὶ συμπεριέλαβε τῷ ταύτης τείχει τὰ πρὸς τῷ μικρῷ λιμένι τῷ Λακκίῳ καλουμένῳ νεώρια·
他在岛内建造了一座造价昂贵且防守严密的卫城,以备突然避难之需,并将被称为“拉基奥斯”的小港旁的船坞也纳入这道城墙之中。
ταῦτα δʼ ἑξήκοντα τριήρεις χωροῦντα πύλην εἶχε κλειομένην, διʼ ἧς κατὰ μίαν τῶν νεῶν εἰσπλεῖν συνέβαινεν.
这些船坞可容纳六十艘三列桨战船,并有一扇可关闭的大门,船只必须通过它一艘接一艘地驶入。
§14.7.4τῆς δὲ χώρας τὴν μὲν ἀρίστην ἐξελόμενος ἐδωρήσατο τοῖς τε φίλοις καὶ τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, τὴν δʼ ἄλλην ἐμέρισεν ἐπʼ ἴσης ξένῳ τε καὶ πολίτῃ, συμπεριλαβὼν τῷ τῶν πολιτῶν ὀνόματι τοὺς ἠλευθερωμένους δούλους, οὓς ἐκάλει νεοπολίτας.
他选出领地中最肥沃的部分,赠送给他的朋友和担任指挥官的人,其余部分则在异邦人和公民之间平均分配,并在公民的名号下纳入了获得释放的奴隶,称他们为“新公民”。
§14.7.5διέδωκε δὲ καὶ τὰς οἰκίας τοῖς ὄχλοις πλὴν τῶν ἐν τῇ Νήσῳ· ταύτας δὲ τοῖς φίλοις καὶ τοῖς μισθοφόροις ἐδωρήσατο.
他还将房屋分发给民众,但岛上的房屋除外,他将那些房屋赠送给了他的朋友和雇佣兵。
ἐπεὶ δὲ τὰ κατὰ τὴν τυραννίδα καλῶς ἐδόκει διῳκηκέναι, τὴν δύναμιν ἐξήγαγεν ἐπὶ τοὺς Σικελούς, πάντας μὲν σπεύδων τοὺς αὐτονόμους ὑφʼ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις.
当他认为自己已将僭主统治的各项事务安排妥当后,便率军讨伐西西里人,力图将所有自治的西西里人置于自己统治之下,尤其是针对他们,因为他们此前曾与迦太基人结盟。
§14.7.6οὗτος μὲν οὖν ἐπὶ τὴν τῶν Ἑρβησσίνων πόλιν στρατεύσας τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
于是,他率军前往赫尔贝索斯人的城市,着手准备包围所需的事务。
οἱ δὲ συστρατευόμενοι Συρακόσιοι κύριοι τῶν ὅπλων ὄντες συστάσεις ἐποιοῦντο καὶ κατηγόρουν ἀλλήλων, ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου.
而一同出征的叙拉古人,因手握武器,便开始结伙并互相指责,怨恨彼此未能在推翻僭主的行动中协助骑兵。
ὁ δὲ καθεσταμένος ὑπὸ τοῦ Διονυσίου τῶν στρατιωτῶν ἡγεμὼν τὸ μὲν πρῶτον ἠπείλησέ τινι τῶν παρρησιαζομένων, ἀντειπόντος δʼ ἐκείνου θρασέως ἐπῆλθεν ὡς πατάξων.
而由狄奥尼修斯任命的士兵指挥官,起初威胁了一位直言不讳的人,当那人勇敢地顶撞时,他便走上前去,作势要打他。
§14.7.7ἐφʼ ᾧ παροξυνθέντες οἱ στρατιῶται τὸν μὲν ἔπαρχον ὄνομα Δωρικὸν ἀπέκτειναν, τοὺς δὲ πολίτας βοῶντες ἐπὶ τὴν ἐλευθερίαν μετεπέμποντο τοὺς ἐκ τῆς Αἴτνης ἱππεῖς· οὗτοι γὰρ ἐν ἀρχῇ τῆς τυραννίδος ἐκπεπτωκότες ᾤκουν τοῦτο τὸ φρούριον.
兵士们为此被激怒,杀死了名叫多里科斯的指挥官,大声号召公民们争取自由,并从埃特纳召回了骑兵;因为这些人是在僭主统治初期被驱逐的,当时居住在这一要塞。

词汇与语法注释

  1. 14.7.1περὶ τὴν ἀσφάλειαν τῆς τυραννίδος διενοεῖτο μᾶλλον γίνεσθαι — 动词 διενοεῖτο(意图、计划)以不定式 γίνεσθαι 作为补足语。虽然使用的是介词短语 περὶ τὴν ἀσφάλειαν(关于安全),但整体结构意为“他正盘算着如何让僭主统治的安全得到更大程度的实现(确立)”。
  2. 14.7.6ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου — 动词 συνεπιλαμβάνομαι(协助、共同参与)具有同时支配两个格的句法结构:表示协助对象的与格(τοῖς ἱππεῦσιν)和表示所协助之行动或事务的属格(τῆς καταλύσεως)。
  3. 14.7.7τοὺς δὲ πολίτας βοῶντες ἐπὶ τὴν ἐλευθερίαν — 通常用作不及物动词的 βοάω 在此直接支配宾格 τοὺς πολίτας,表示“大声呼唤市民”、“大声号召市民”。随后的介词短语 ἐπὶ τὴν ἐλευθερίαν 则表示号召的目的(为了自由)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.7.1-14.7.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.7.1-14.7.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。