Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.79.1-14.79.8

阿格西劳斯远征亚洲与科农策反罗得岛

第 373 段,共 723 段 · 希腊语

内容简介

斯巴达国王阿格西劳斯远征亚洲并蹂躏波斯领土,而在海上,科农促使罗得岛人背叛斯巴达,并拦截了从埃及运来的谷物船。

§14.79.1κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι προορώμενοι τὸ μέγεθος τοῦ πρὸς Πέρσας πολέμου, τὸν ἕτερον τῶν βασιλέων Ἀγησίλαον ἐπέστησαν τοῖς πράγμασιν.
而在希腊,拉刻代蒙人预见到与波斯人战争的规模,任命两位国王之一的阿格西劳斯主持事务。
οὗτος δʼ ἑξακισχιλίους στρατιώτας ἐπιλέξας, τριάκοντα δὲ τῶν πολιτῶν εἰς τὸ συνέδριον τοὺς ἀρίστους κατατάξας, διεβίβασε τὴν δύναμιν ἐκ τῆς Αὐλίδος εἰς Ἔφεσον.
他挑选了六千名士兵,并将三十名最优秀的公民编入顾问会,将这支军队从奥利斯渡海运往以弗所。
§14.79.2ἐκεῖ δὲ στρατολογήσας τετρακισχιλίους, προήγαγε τὴν δύναμιν εἰς ὕπαιθρον, οὖσαν πεζῶν μὲν μυρίων, ἱππέων δὲ τετρακοσίων· ἠκολούθει δʼ ἀγοραῖος αὐτοῖς ὄχλος καὶ τῆς ἁρπαγῆς χάριν οὐκ ἐλάττων τοῦ προειρημένου.
他在那里招募了四千人,将军队推进到开阔地带,其人数为步兵一万、骑兵四百;另有一群随军商贩和为了掠夺而来的人群跟随着他们,其人数不亚于上述军队。
§14.79.3διεξιὼν δὲ τὸ Καΰστριον πεδίον, διέφθειρε τὴν χώραν τὴν ὑπὸ τοὺς Πέρσας οὖσαν, μέχρι ὅτου κατήντησεν εἰς Κύμην.
他穿过卡乌斯特里翁平原,蹂躏了波斯人统治下的土地,直到抵达库墨。
ἐκεῖθεν δʼ ὁρμηθεὶς τὸ πλεῖστον τοῦ θέρους τήν τε Φρυγίαν καὶ τὰ συνεχῆ διετέλεσε πορθῶν, καὶ τὴν δύναμιν ἐμπλήσας ὠφελείας ὑπὸ τὸ φθινόπωρον ἀνέκαμψεν εἰς Ἔφεσον.
他从那里出发,在夏天的绝大部分时间里持续蹂躏弗里吉亚及其邻近地区,在使军队满载战利品之后,于秋初返回以弗所。
§14.79.4τούτων δὲ πραττομένων Λακεδαιμόνιοι μὲν πρέσβεις ἀπέστειλαν πρὸς Νεφερέα τὸν Αἰγύπτου βασιλέα περὶ συμμαχίας, ὃς ἀντὶ τῆς βοηθείας ἐδωρήσατο σκευὴν τοῖς Σπαρτιάταις ἑκατὸν τριήρεσι, σίτου δὲ μυριάδας πεντήκοντα.
在这些事情进行的同时,拉刻代蒙人派使者前往埃及国王内费雷乌斯处谋求结盟,后者作为对他们协助的回报,赠予斯巴达人一百艘三列桨战船的装备,以及五十万单位的谷物。
Φάραξ δὲ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀναχθεὶς ἐκ Ῥόδου ναυσὶν ἑκατὸν εἴκοσι κατέπλευσε τῆς Καρίας πρὸς Σάσανδα, φρούριον ἀπέχον τῆς Καύνου σταδίους ἑκατὸν πεντήκοντα.
而拉刻代蒙人的海军将领法拉克斯率领一百二十艘战船从罗得岛起航,驶向卡里亚的萨桑达,那是一个距离考诺斯一百五十斯塔迪翁的堡垒。
§14.79.5ἐκεῖθεν δὲ ὁρμώμενος ἐπολιόρκει τὴν Καῦνον, καὶ Κόνωνα μὲν τὸν τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχοντα, διατρίβοντα δʼ ἐν Καύνῳ μετὰ νεῶν τεσσαράκοντα.
他从那里出发,包围了考诺斯,同时也包围了执掌皇家舰队指挥权、并率四十艘战船逗留在考诺斯的科农。
Ἀρταφέρνους δὲ καὶ Φαρναβάζου μετὰ πολλῆς δυνάμεως παραβοηθήσαντος τοῖς Καυνίοις, ὁ Φάραξ ἔλυσε τὴν πολιορκίαν καὶ μετὰ τοῦ στόλου παντὸς ἀπῆρεν εἰς Ῥόδον.
然而,当阿尔塔费尔内斯和法尔纳巴佐斯率领大军前来援助考诺斯人时,法拉克斯解除了包围,并率领全体舰队撤回罗得岛。
§14.79.6μετὰ δὲ ταῦτα Κόνων μὲν ἀθροίσας ὀγδοήκοντα τριήρεις ἔπλευσεν εἰς Χερρόνησον, Ῥόδιοι δʼ ἐκβαλόντες τὸν τῶν Πελοποννησίων στόλον ἀπέστησαν ἀπὸ Λακεδαιμονίων, καὶ τὸν Κόνωνα προσεδέξαντο μετὰ τοῦ στόλου παντὸς εἰς τὴν πόλιν.
此后,科农集结了八十艘三列桨战船驶往赫尔松涅斯,而罗得岛人则驱逐了伯罗奔尼撒人的舰队,背叛了拉刻代蒙人,并接纳科农及其全体舰队进入城邦。
§14.79.7οἱ δʼ ἐκ τῆς Αἰγύπτου τὸν δωρηθέντα σῖτον κατακομίζοντες Λακεδαιμόνιοι τὴν ἀπόστασιν τῶν Ῥοδίων ἀγνοοῦντες τεθαρρηκότες προσέπλεον τῇ νήσῳ· Ῥόδιοι δὲ καὶ Κόνων ὁ τῶν Περσῶν ναύαρχος καταγαγόντες τὰς ναῦς εἰς τοὺς λιμένας ἐπλήρωσαν σίτου τὴν πόλιν.
而那些运送埃及赠送之谷物的拉刻代蒙人,并不知道罗得岛人的背叛,充满信心地向该岛驶来;然而罗得岛人和波斯海军将领科农将这些船只带入港口,使他们的城市装满了谷物。
§14.79.8παρεγενήθησαν δὲ τῷ Κόνωνι τριήρεις ἐνενήκοντα, δέκα μὲν ἀπὸ Κιλικίας, ὀγδοήκοντα δʼ ἀπὸ Φοινίκης, ὧν ὁ Σιδωνίων δυνάστης εἶχε τὴν ἡγεμονίαν.
另有九十艘三列桨战船抵达科农处,其中十艘来自基利家,八十艘来自腓尼基,由西顿的统治者执掌指挥权。

词汇与语法注释

  1. §14.79.2οὖσαν — 阴性单数宾格分词 οὖσαν 修饰前文的名词 τὴν δύναμιν(阴性单数宾格),起限定说明作用,引出军队的具体构成。
  2. §14.79.4σκευὴν ... ἑκατὸν τριήρεσι — 与格 ἑκατὸν τρι修饰名词 σκευήν(装备),作为关系或目的与格,意为“用于一百艘三列桨战船的装备”。
  3. §14.79.5καὶ Κόνωνα μὲν — 人名 Κόνωνα(宾格)与城市名 τὴν Καῦνον 并列,共同作为动词 ἐπολιόρκει(包围)的直接宾语,表示法拉克斯不仅包围了考诺斯城,也将城内的科农一并包围。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.79.1-14.79.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.79.1-14.79.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。