§14.79.1κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι προορώμενοι τὸ μέγεθος τοῦ πρὸς Πέρσας πολέμου, τὸν ἕτερον τῶν βασιλέων Ἀγησίλαον ἐπέστησαν τοῖς πράγμασιν.
ギリシアでは、ラケダイモン人たちがペルシア人との戦争の規模を見越して、二人の王の一人であるアゲシラオスを国政に就かせた。
οὗτος δʼ ἑξακισχιλίους στρατιώτας ἐπιλέξας, τριάκοντα δὲ τῶν πολιτῶν εἰς τὸ συνέδριον τοὺς ἀρίστους κατατάξας, διεβίβασε τὴν δύναμιν ἐκ τῆς Αὐλίδος εἰς Ἔφεσον.
彼は六千人の兵士を選び、また市民のうち最精鋭の三十人を顧問会に配属させ、軍勢をアウリスからエフェソスへと渡らせた。
§14.79.2ἐκεῖ δὲ στρατολογήσας τετρακισχιλίους, προήγαγε τὴν δύναμιν εἰς ὕπαιθρον, οὖσαν πεζῶν μὲν μυρίων, ἱππέων δὲ τετρακοσίων·
そこで四千人を募兵し、軍勢を野外に進出させたが、その数は歩兵一万、騎兵四百であった。
ἠκολούθει δʼ ἀγοραῖος αὐτοῖς ὄχλος καὶ τῆς ἁρπαγῆς χάριν οὐκ ἐλάττων τοῦ προειρημένου.
また、略奪を目的とする商人の群衆が、前述の軍勢に劣らない数だけ彼らに従っていた。
§14.79.3διεξιὼν δὲ τὸ Καΰστριον πεδίον, διέφθειρε τὴν χώραν τὴν ὑπὸ τοὺς Πέρσας οὖσαν, μέχρι ὅτου κατήντησεν εἰς Κύμην.
カウストリオスの平野を通り抜けながら、彼はペルシア人の支配下にある土地を荒らし回り、ついにキュメに達した。
ἐκεῖθεν δʼ ὁρμηθεὶς τὸ πλεῖστον τοῦ θέρους τήν τε Φρυγίαν καὶ τὰ συνεχῆ διετέλεσε πορθῶν, καὶ τὴν δύναμιν ἐμπλήσας ὠφελείας ὑπὸ τὸ φθινόπωρον ἀνέκαμψεν εἰς Ἔφεσον.
そこから出撃して、夏の大部分の間、フリュギアとその隣接地域を略奪し続け、軍勢に戦利品を十分に満たして、秋の初めにエフェソスへと帰還した。
§14.79.4τούτων δὲ πραττομένων Λακεδαιμόνιοι μὲν πρέσβεις ἀπέστειλαν πρὸς Νεφερέα τὸν Αἰγύπτου βασιλέα περὶ συμμαχίας, ὃς ἀντὶ τῆς βοηθείας ἐδωρήσατο σκευὴν τοῖς Σπαρτιάταις ἑκατὸν τριήρεσι, σίτου δὲ μυριάδας πεντήκοντα.
これらが進行している間、ラケダイモン人たちはエジプトの王ネフェレウスのもとに同盟を求めて使節を派遣し、彼はその援助の代わりに、スパルタ人たちに三段櫂船百隻分の装備と五十万単位の穀物を贈った。
Φάραξ δὲ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀναχθεὶς ἐκ Ῥόδου ναυσὶν ἑκατὸν εἴκοσι κατέπλευσε τῆς Καρίας πρὸς Σάσανδα, φρούριον ἀπέχον τῆς Καύνου σταδίους ἑκατὸν πεντήκοντα.
一方、ラケダイモン人の海軍指揮官ファラクスは、百二十隻の船を率いてロドスから出航し、カリアのササンダ、すなわちカウノスから百五十スタディオン離れた砦に寄港した。
§14.79.5ἐκεῖθεν δὲ ὁρμώμενος ἐπολιόρκει τὴν Καῦνον, καὶ Κόνωνα μὲν τὸν τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχοντα, διατρίβοντα δʼ ἐν Καύνῳ μετὰ νεῶν τεσσαράκοντα.
そこから出撃して、彼はカウノスを包囲し、また、王の艦隊の指揮権を持ち、四十隻の船とともにカウノスに滞在していたコノンをも包囲した。
Ἀρταφέρνους δὲ καὶ Φαρναβάζου μετὰ πολλῆς δυνάμεως παραβοηθήσαντος τοῖς Καυνίοις, ὁ Φάραξ ἔλυσε τὴν πολιορκίαν καὶ μετὰ τοῦ στόλου παντὸς ἀπῆρεν εἰς Ῥόδον.
しかし、アルタフェルネスとファルナバゾスが大軍を率いてカウノス人たちを救援したため、ファラクスは包囲を解き、全艦隊とともにロドスへと退却した。
§14.79.6μετὰ δὲ ταῦτα Κόνων μὲν ἀθροίσας ὀγδοήκοντα τριήρεις ἔπλευσεν εἰς Χερρόνησον, Ῥόδιοι δʼ ἐκβαλόντες τὸν τῶν Πελοποννησίων στόλον ἀπέστησαν ἀπὸ Λακεδαιμονίων, καὶ τὸν Κόνωνα προσεδέξαντο μετὰ τοῦ στόλου παντὸς εἰς τὴν πόλιν.
この後、コノンは八十隻の三段櫂船を集めてケルロネソスへと航行し、一方ロドス人たちはペロポネソス人の艦隊を追い出してラケダイモン人から離反し、コノンをその全艦隊とともに市内に受け入れた。
§14.79.7οἱ δʼ ἐκ τῆς Αἰγύπτου τὸν δωρηθέντα σῖτον κατακομίζοντες Λακεδαιμόνιοι τὴν ἀπόστασιν τῶν Ῥοδίων ἀγνοοῦντες τεθαρρηκότες προσέπλεον τῇ νήσῳ·
エジプトから贈られた穀物を運んできたラケダイモン人たちは、ロドス人たちの離反を知らずに、安んじてその島へと船を近づけた。
Ῥόδιοι δὲ καὶ Κόνων ὁ τῶν Περσῶν ναύαρχος καταγαγόντες τὰς ναῦς εἰς τοὺς λιμένας ἐπλήρωσαν σίτου τὴν πόλιν.
しかし、ロドス人たちとペルシアの海軍指揮官コノンは、それらの船を港へと引き入れて、市を穀物で満たした。
§14.79.8παρεγενήθησαν δὲ τῷ Κόνωνι τριήρεις ἐνενήκοντα, δέκα μὲν ἀπὸ Κιλικίας, ὀγδοήκοντα δʼ ἀπὸ Φοινίκης, ὧν ὁ Σιδωνίων δυνάστης εἶχε τὴν ἡγεμονίαν.
コノンのもとには九十隻の三段櫂船が到着した。 十隻はキリキアから、八十隻はフェニキアからであり、それらをシドン人の支配者が指揮していた。