§14.80.1μετὰ δὲ ταῦτα Ἀγησίλαος μὲν ἐξαγαγὼν τὴν δύναμιν εἰς τὸ Καΰστρου πεδίον καὶ τὴν περὶ Σίπυλον χώραν, ἐδῄωσε τὰς τῶν ἐγχωρίων κτήσεις· Τισσαφέρνης δὲ μυρίους μὲν ἱππεῖς, πεντακισμυρίους δὲ πεζοὺς ἀθροίσας, ἐπηκολούθει τοῖς Λακεδαιμονίοις καὶ τοὺς ἀποσπωμένους τῆς τάξεως ἐν ταῖς προνομαῖς ἀνῄρει.
此后,阿格西劳斯将军队带到卡乌斯特罗斯平原和西皮洛斯周边的地区,蹂躏了当地人的财产;另一方面,蒂萨费尔内斯集结了一万骑兵和五万步兵,紧随拉刻代蒙人之后,并杀死了那些在搜寻粮草时脱离队伍的人。
Ἀγησίλαος δὲ εἰς πλινθίον συντάξας τοὺς στρατιώτας ἀντείχετο τῆς παρὰ τὸν Σίπυλον παρωρείας, ἐπιτηρῶν καιρὸν εὔθετον εἰς τὴν τῶν πολεμίων ἐπίθεσιν.
但阿格西劳斯将军士们排成方阵,坚守在西皮洛斯山麓,等待袭击敌人的适当时机。
§14.80.2ἐπελθὼν δὲ τὴν χώραν μέχρι Σάρδεων ἔφθειρε τούς τε κήπους καὶ τὸν παράδεισον τὸν Τισσαφέρνους, φυτοῖς καὶ τοῖς ἄλλοις πολυτελῶς πεφιλοτεχνημένον εἰς τρυφὴν καὶ τὴν ἐν εἰρήνῃ τῶν ἀγαθῶν ἀπόλαυσιν.
他进军到萨迪斯,摧毁了蒂萨费尔内斯的庭院和园林,那些园林用植物及其他物品极其奢华地精雕细琢而成,用以彰显奢华并在和平中享受美好事物。
μετὰ δὲ ταῦτʼ ἐπιστρέψας, ὡς ἀνὰ μέσον ἐγενήθη τῶν τε Σάρδεων καὶ Θυβάρνων, ἀπέστειλε Ξενοκλέα τὸν Σπαρτιάτην μετὰ χιλίων καὶ τετρακοσίων στρατιωτῶν νυκτὸς εἴς τινα δασὺν τόπον, ὅπως ἐνεδρεύσῃ τοὺς βαρβάρους.
此后他折返回来,当来到萨迪斯和提巴纳中间时,在夜里派斯巴达人克塞诺克勒斯率领一千四百名士兵前往一处茂密的林地,以便伏击蛮族人。
§14.80.3αὐτὸς δʼ ἅμʼ ἡμέρᾳ πορευόμενος μετὰ τῆς δυνάμεως, ἐπειδὴ τὴν μὲν ἐνέδραν παρήλλαξεν, οἱ δὲ βάρβαροι προσπίπτοντες ἀτάκτως τοῖς ἐπὶ τῆς οὐραγίας ἐξήπτοντο, παραδόξως ἐξαίφνης ἐπέστρεψεν ἐπὶ τοὺς Πέρσας.
他自己则在天亮时率军行进,当他经过伏击地点,而蛮族人秩序混乱地袭来并纠缠后卫部队时,他出人意料地突然掉头迎击波斯人。
γενομένης δὲ καρτερᾶς μάχης, καὶ τοῦ συσσήμου τοῖς κατὰ τὴν ἐνέδραν οὖσιν ἀρθέντος, ἐκεῖνοι μὲν παιανίσαντες ἐπεφέροντο τοῖς πολεμίοις, οἱ δὲ Πέρσαι θεωροῦντες αὑτοὺς ἀπολαμβανομένους εἰς μέσον κατεπλάγησαν καὶ παραχρῆμα ἔφευγον.
激战爆发,当给伏击人员的信号升起时,那些人高唱战歌冲向敌人,而波斯人见自己被包围在中间,大为惊恐,随即逃跑。
§14.80.4οἱ δὲ περὶ τὸν Ἀγησίλαον μέχρι μέν τινος ἐπιδιώξαντες ἀνεῖλαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμαλώτων δὲ πολὺ πλῆθος ἤθροισαν, τὴν δὲ παρεμβολὴν διήρπασαν, γέμουσαν πολλῶν ἀγαθῶν.
阿格西劳斯及其部下追击了一阵,杀死了六千多人,抓获了大量俘虏,并洗劫了他们满载财物的营地。
§14.80.5ἀπὸ δὲ τῆς μάχης Τισσαφέρνης μὲν εἰς Σάρδεις ἀπεχώρησε καταπεπληγμένος τὴν τόλμαν τῶν Λακεδαιμονίων, Ἀγησίλαος δʼ ἐπεχείρησε μὲν εἰς τὰς ἄνω σατραπείας, ἐν δὲ τοῖς ἱεροῖς οὐ δυνάμενος καλλιερῆσαι πάλιν ἀπήγαγε τὴν δύναμιν ἐπὶ θάλατταν.
战后,蒂萨费尔内斯因对拉刻代蒙人的英勇感到惊恐而撤回萨迪斯。 而阿格西劳斯企图向内陆各行省发动进攻,但由于在祭祀中未能获得吉兆,他再次率军返回海边。
§14.80.6Ἀρταξέρξης δὲ ὁ τῆς Ἀσίας βασιλεὺς τά τε ἐλαττώματα πυθόμενος καὶ κατορρωδῶν τὸν πρὸς τοὺς Ἕλληνας πόλεμον, διʼ ὀργῆς εἶχε τὸν Τισσαφέρνην.
亚洲国王阿尔塔薛西斯获悉了这些失败,并对与希腊人的战争深感恐惧,因此对蒂萨费尔内斯怀有怒火。
τοῦτον γὰρ αἴτιον τοῦ πολέμου γεγονέναι ὑπελάμβανε· καὶ ὑπὸ τῆς μητρὸς δὲ Παρυσάτιδος ἦν ἠξιωμένος τιμωρήσασθαι τὸν Τισσαφέρνην· εἶχε γὰρ αὕτη διαφόρως πρὸς αὐτὸν ἐκ τοῦ διαβεβληκέναι τὸν υἱὸν αὐτῆς Κῦρον, ὅτε τὴν ἐπὶ τὸν ἀδελφὸν στρατείαν ἐποιεῖτο.
因为他认为此人是战争爆发的原因;而且他的母亲帕鲁萨蒂丝也要求他惩罚蒂萨费尔内斯;因为她对他怀有敌意,起因是当她的儿子小库鲁斯对兄长发动远征时,此人曾诬告了小库鲁斯。
§14.80.7καταστήσας οὖν Τιθραύστην ἡγεμόνα, τούτῳ μὲν παρήγγειλε συλλαμβάνειν Τισσαφέρνην, πρὸς δὲ τὰς πόλεις καὶ τοὺς σατράπας ἔπεμψεν ἐπιστολὰς ὅπως πάντες τούτῳ ποιῶσι τὸ προσταττόμενον.
于是,他任命提特劳斯特斯为指挥官,命令他逮捕蒂萨费尔内斯,并向各城市和行省总督发送了信件,要求所有人服从此人所下达的命令。
§14.80.8ὁ δὲ Τιθραύστης παραγενόμενος εἰς Κολοσσὰς τῆς Φρυγίας συνέλαβε τὸν Τισσαφέρνην διά τινος Ἀριαίου σατράπου λουόμενον, καὶ τὴν κεφαλὴν ἀποκόψας ἀπέστειλε πρὸς τὸν βασιλέα· αὐτὸς δὲ τὸν Ἀγησίλαον πείσας εἰς λόγους ἐλθεῖν ἑξαμηνιαίους ἀνοχὰς ἐποιήσατο.
提特劳斯特斯来到弗里吉亚的科洛西,通过某位行省总督阿里亚乌斯,逮捕了正在沐浴的蒂萨费尔内斯,并将他的头颅砍下送交国王;他自己则说服阿格西劳斯进行谈判,达成了为期六个月的停战协定。