§14.78.1Διονύσιος δὲ θεωρῶν τοὺς μισθοφόρους ἀλλοτριώτατα πρὸς αὐτὸν ἔχοντας, καὶ φοβούμενος μὴ διὰ τούτων καταλυθῇ, τὸ μὲν πρῶτον Ἀριστοτέλην τὸν ἀφηγούμενον αὐτῶν συνέλαβε,
然而狄奥尼修斯看到雇佣兵们对自己极其敌视,并害怕自己会被他们推翻,起初逮捕了他们的首领阿里斯托特莱斯。
§14.78.2μετὰ δὲ ταῦτα τοῦ πλήθους συντρέχοντος μετὰ τῶν ὅπλων καὶ τοὺς μισθοὺς πικρότερον ἀπαιτούντων, τὸν μὲν Ἀριστοτέλην ἔφησεν ἀποστέλλειν εἰς Λακεδαίμονα κρίσιν ἐν τοῖς ἰδίοις πολίταις ὑφέξοντα, τοῖς δὲ μισθοφόροις ὡς μυρίοις οὖσι τὸν ἀριθμὸν ἔδωκεν ἐν τοῖς μισθοῖς τὴν τῶν Λεοντίνων πόλιν τε καὶ χώραν.
此后,由于群众拿着武器聚集起来,更加激烈地索要薪水,他便声称要把阿里斯托特莱斯送往拉刻代蒙,由他自己的公民进行审判,而对人数约为一万名的雇佣兵,他将莱昂蒂尼的城市和土地作为薪水赐予了他们。
§14.78.3ἀσμένως δʼ αὐτῶν ὑπακουσάντων διὰ τὸ κάλλος τῆς χώρας, οὗτοι μὲν κατακληρουχήσαντες ᾤκουν ἐν Λεοντίνοις, ὁ δὲ Διονύσιος ἄλλους μισθοφόρους ξενολογήσας, τούτοις τε καὶ τοῖς ἠλευθερωμένοις οἰκέταις ἐνεπίστευσε τὴν ἀρχήν.
由于那片土地的美丽,他们欣然服从,这些人便分配了土地,定居在莱昂蒂尼,而狄奥尼修斯则招募了其他的雇佣兵,并将统治权托付给他们以及获得解放的奴隶。
§14.78.4μετὰ δὲ τὴν τῶν Καρχηδονίων συμφορὰν οἱ διασωζόμενοι τῶν ἐξηνδραποδισμένων κατὰ Σικελίαν πόλεων ἠθροίζοντο, καὶ τὰς ἰδίας κομιζόμενοι πατρίδας ἑαυτοὺς ἀνελάμβανον.
在迦太基人遭遇灾难之后,西西里岛那些曾被奴役的城市的幸存者们聚集起来,收回了各自的祖国,恢复了自身的力量。
§14.78.5Διονύσιος δʼ εἰς Μεσσήνην κατῴκισε χιλίους μὲν Λοκρούς, τετρακισχιλίους δὲ Μεδμαίους, ἑξακοσίους δὲ τῶν ἐκ Πελοποννήσου Μεσσηνίων, ἔκ τε Ζακύνθου καὶ Ναυπάκτου φευγόντων.
狄奥尼修斯则在麦塞纳安置了一千名洛克里人、四千名梅德马人,以及六百名来自伯罗奔尼撒、从扎金索斯和纳夫帕克托斯逃亡的麦塞尼亚人。
θεωρῶν δὲ τοὺς Λακεδαιμονίους προσκόπτοντας ἐπὶ τῷ τοὺς ὑφʼ ἑαυτῶν ἐκβεβλημένους Μεσσηνίους ἐν ἐπισήμῳ πόλει κατοικίζεσθαι, μετήγαγεν ἐκ Μεσσήνης αὐτούς, καὶ χωρίον τι παρὰ θάλατταν δοὺς τῆς Ἀβακαινίνης χώρας ἀπετέμετο καὶ προσώρισεν ὅσον αὐτὸς μέρος ἀπετέμετο.
然而,看到拉刻代蒙人因被其驱逐的麦塞尼亚人被安置在著名城市而感到不快,他便将他们迁出麦塞纳,并在海边给予他们一块地方,从阿巴凯农的土地中割让出来,并将自己割让的那部分划归给他们。
§14.78.6οἱ δὲ Μεσσήνιοι τὴν μὲν πόλιν ὠνόμασαν Τυνδαρίδα, πολιτευόμενοι δὲ πρὸς αὑτοὺς εὐνοϊκῶς καὶ πολλοὺς πολιτογραφοῦντες ταχὺ πλείους πεντακισχιλίων ἐγένοντο.
这些麦塞尼亚人将这座城市命名为廷达里斯,他们彼此和睦地管理城邦,并接纳了许多人入籍,很快人数便超过了五千人。
§14.78.7μετὰ δὲ ταῦτα εἰς τὴν τῶν Σικελῶν χώραν πλεονάκις στρατεύσας Μέναινον μὲν καὶ Μοργαντῖνον εἷλε, πρὸς Ἄγυριν δὲ τὸν Ἀγυριναίων τύραννον καὶ Δάμωνα τὸν δυναστεύοντα Κεντοριπίνων, ἔτι δʼ Ἑρβιταίους τε καὶ Ἀσσωρίνους συνθήκας ἐποιήσατο· παρέλαβε δὲ διὰ προδοσίας Κεφαλοίδιον καὶ Σολοῦντα καὶ τὴν Ἔνναν· πρὸς δὲ τούτοις πρὸς Ἑρβησσίνους εἰρήνην ἐποιήσατο.
此后,他多次出兵西塞尔人的土地,攻占了梅奈农和摩尔甘蒂农,并与阿吉里翁的僭主阿吉里斯、肯托里巴的统治者达蒙,以及赫尔比塔人和阿索罗斯人缔结了协定;并通过背叛占领了凯法洛伊迪翁、索卢斯和恩纳;此外,他还与赫尔贝索斯人缔结了和平条约。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
西西里岛的情况大致如此。