Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.78.1-14.78.7

ディオニュシオスの傭兵対策とシケリアでの勢力拡大

372 / 723 箇所 · ギリシア語

要旨

ディオニュシオスは傭兵たちの不満を抑えるためレオンティノイの土地を割譲し、さらにメッセネに亡命メッセニア人らを定住させたが、スパルタの反対を受けて彼らをテュンダリスへ移住させた。またシケリア内陸部のシケリ人諸都市を攻略・交渉により次々と支配下に置いた。

§14.78.1Διονύσιος δὲ θεωρῶν τοὺς μισθοφόρους ἀλλοτριώτατα πρὸς αὐτὸν ἔχοντας, καὶ φοβούμενος μὴ διὰ τούτων καταλυθῇ, τὸ μὲν πρῶτον Ἀριστοτέλην τὸν ἀφηγούμενον αὐτῶν συνέλαβε,
一方ディオニュシオスは、傭兵たちが自分に対してきわめて敵対的な態度をとっているのを見て、また彼らによって権力を覆されるのを恐れて、最初は彼らを率いていたアリストテレスを逮捕した。
§14.78.2μετὰ δὲ ταῦτα τοῦ πλήθους συντρέχοντος μετὰ τῶν ὅπλων καὶ τοὺς μισθοὺς πικρότερον ἀπαιτούντων, τὸν μὲν Ἀριστοτέλην ἔφησεν ἀποστέλλειν εἰς Λακεδαίμονα κρίσιν ἐν τοῖς ἰδίοις πολίταις ὑφέξοντα, τοῖς δὲ μισθοφόροις ὡς μυρίοις οὖσι τὸν ἀριθμὸν ἔδωκεν ἐν τοῖς μισθοῖς τὴν τῶν Λεοντίνων πόλιν τε καὶ χώραν.
しかしその後、群衆が武器を持って駆け集まり、俸給をより厳しく要求したため、アリストテレスについては、自身の市民たちの前で裁判を受けるためにラケダイモンへと送るのだと言い、傭兵たち(その数は約一万名であった)には、俸給の代わりにレオンティノイの市と土地を与えた。
§14.78.3ἀσμένως δʼ αὐτῶν ὑπακουσάντων διὰ τὸ κάλλος τῆς χώρας, οὗτοι μὲν κατακληρουχήσαντες ᾤκουν ἐν Λεοντίνοις, ὁ δὲ Διονύσιος ἄλλους μισθοφόρους ξενολογήσας, τούτοις τε καὶ τοῖς ἠλευθερωμένοις οἰκέταις ἐνεπίστευσε τὴν ἀρχήν.
その土地の美しさのゆえに彼らが喜んでこれに従ったので、彼らは土地を分配されてレオンティノイに住み着いた。 一方ディオニュシオスは、別の傭兵たちを募兵し、彼らと解放された奴隷たちに支配を委ねた。
§14.78.4μετὰ δὲ τὴν τῶν Καρχηδονίων συμφορὰν οἱ διασωζόμενοι τῶν ἐξηνδραποδισμένων κατὰ Σικελίαν πόλεων ἠθροίζοντο, καὶ τὰς ἰδίας κομιζόμενοι πατρίδας ἑαυτοὺς ἀνελάμβανον.
カルタゴ人の災難の後、シケリア全土で奴隷化されていた都市の生存者たちが集まり、それぞれの祖国を取り戻し、自分たちの力を回復していった。
§14.78.5Διονύσιος δʼ εἰς Μεσσήνην κατῴκισε χιλίους μὲν Λοκρούς, τετρακισχιλίους δὲ Μεδμαίους, ἑξακοσίους δὲ τῶν ἐκ Πελοποννήσου Μεσσηνίων, ἔκ τε Ζακύνθου καὶ Ναυπάκτου φευγόντων.
一方ディオニュシオスは、メッセネに、ロクロイ人一千名、メドマ人四千名、そしてペロポネソス出身のメッセニア人のうちザキュントスやナウパクトスから亡命してきた者六百名を定住させた。
θεωρῶν δὲ τοὺς Λακεδαιμονίους προσκόπτοντας ἐπὶ τῷ τοὺς ὑφʼ ἑαυτῶν ἐκβεβλημένους Μεσσηνίους ἐν ἐπισήμῳ πόλει κατοικίζεσθαι, μετήγαγεν ἐκ Μεσσήνης αὐτούς, καὶ χωρίον τι παρὰ θάλατταν δοὺς τῆς Ἀβακαινίνης χώρας ἀπετέμετο καὶ προσώρισεν ὅσον αὐτὸς μέρος ἀπετέμετο.
しかし、ラケダイモン人たちが、自分たちによって追放されたメッセニア人たちが著名な都市に定住させられることに不快感を抱いているのを見て、彼らをメッセネから移転させ、海の近くの土地を与え、アバカイノンの領土の一部を切り取り、彼が切り取ったその部分を領土として画定して与えた。
§14.78.6οἱ δὲ Μεσσήνιοι τὴν μὲν πόλιν ὠνόμασαν Τυνδαρίδα, πολιτευόμενοι δὲ πρὸς αὑτοὺς εὐνοϊκῶς καὶ πολλοὺς πολιτογραφοῦντες ταχὺ πλείους πεντακισχιλίων ἐγένοντο.
メッセニア人たちはその都市をテュンダリスと名づけ、彼らは互いに融和的に共同体を運営し、多くの人々を市民として登録したため、急速に五千人を超える規模になった。
§14.78.7μετὰ δὲ ταῦτα εἰς τὴν τῶν Σικελῶν χώραν πλεονάκις στρατεύσας Μέναινον μὲν καὶ Μοργαντῖνον εἷλε, πρὸς Ἄγυριν δὲ τὸν Ἀγυριναίων τύραννον καὶ Δάμωνα τὸν δυναστεύοντα Κεντοριπίνων, ἔτι δʼ Ἑρβιταίους τε καὶ Ἀσσωρίνους συνθήκας ἐποιήσατο·
この後、彼はシケリ人の土地に度々遠征し、メナイノンとモルガンティノンを攻略し、アギュリオンの僭主アギュリス、ケントリパの支配者ダモン、さらにヘルビタ人やアッソロス人たちとは協定を結んだ。
παρέλαβε δὲ διὰ προδοσίας Κεφαλοίδιον καὶ Σολοῦντα καὶ τὴν Ἔνναν·
また裏切りによってケファロイディオン、ソロウス、エンナを手に入れた。
πρὸς δὲ τούτοις πρὸς Ἑρβησσίνους εἰρήνην ἐποιήσατο.
これらに加え、ヘルベッソス人とも平和条約を結んだ。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
シケリアの情勢はこのようであった。

語釈・文法注

  1. 14.78.1ἀλλοτριώτατα ... ἔχοντας — 状態を表す動詞 ἔχω は副詞(ここでは最上級副詞 ἀλλοτριώτατα)を伴って「〜な状態にある」という意味になる。τοὺς μισθοφόρους は分詞 ἔχοντας の意味上の主語であり、全体で「傭兵たちが(自分に対して)極めて敵対的な態度をとっている(のを見て)」という対格補語構文を形成している。
  2. 14.78.2ὡς μυρίοις οὖσι τὸν ἀριθμὸν — 接続詞 ὡς が与格分詞 οὖσι に付くことで、主観的な見積もりや名目上の理由・限定(「およそ〜名であるとして」)を表している。また、τὸν ἀριθμὸν は関係(限定)の対格で、「数において」という意味を表し、全体で「その数が約一万名であった傭兵たち」を修飾している。
  3. 14.78.5ἐπὶ τῷ τοὺς ὑφʼ ἑαυτῶν ἐκβεβλημένους Μεσσηνίους ἐν ἐπισήμῳ πόλει κατοικίζεσθαι — 前置詞 ἐπὶ と冠詞付き不定詞 τῷ ... κατοικίζεσθαι が結びつき、感情の原因(「〜ということに不快感を抱く」)を表す。不定詞の意味上の主語は対格の τοὺς ... Μεσσηνίους であり、受動態の κατοικίζεσθαι(定住させられること)に係る。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.78.1-14.78.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.78.1-14.78.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。