Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.77.1-14.77.6

利比亚人大起义与迦太基平乱

第 371 段,共 723 段 · 希腊语

内容简介

利比亚盟友和奴隶在得知迦太基惨败后发起大规模起义并包围迦太基,但迦太基人通过祭祀希腊女神进行安抚,加之起义军内部由于粮食短缺、收买和内讧而分裂,起义最终平息。

§14.77.1τῆς γὰρ συμφορᾶς διακηρυχθείσης κατὰ τὴν Λιβύην, οἱ σύμμαχοι καὶ πάλαι μὲν μισοῦντες τὸ βάρος τῆς τῶν Καρχηδονίων ἡγεμονίας, τότε δὲ διὰ τὴν τῶν στρατιωτῶν ἐν Συρακούσαις προδοσίαν πολὺ μᾶλλον ἐξέκαυσαν τὸ κατʼ αὐτῶν μῖσος.
因为当这场灾难在利比亚各地传开时,盟友们——他们本就早就痛恨迦太基霸权的沉重负担——此时由于叙拉古士兵遭到背叛之事,更加剧烈地燃起了对他们的仇恨。
§14.77.2διόπερ ἅμα μὲν ὑπὸ τῆς ὀργῆς προαχθέντες, ἅμα δὲ καταφρονήσαντες αὐτῶν διὰ τὴν ἀτυχίαν, ἀντείχοντο τῆς ἐλευθερίας.
因此,他们一方面在愤怒的驱动下,另一方面因迦太基人的不幸而轻视他们,从而坚持争取自由。
διαπρεσβευσάμενοι δὲ πρὸς ἀλλήλους ἤθροισαν δύναμιν, καὶ προελθόντες ἐν ὑπαίθρῳ κατεστρατοπέδευσαν.
他们互相派遣使节,集结了军队,并向前推进,在原野上安营扎寨。
§14.77.3ταχὺ δʼ οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων συντρεχόντων, ἐν ὀλίγῳ χρόνῳ μυριάδες εἴκοσι συνηθροίσθησαν.
很快,不仅自由民,连奴隶也纷纷聚集,在短时间内便集结了二十万人。
καταλαβόμενοι δὲ Τύνητα, πόλιν οὐ μακρὰν τῆς Καρχηδόνος κειμένην, ἐκ ταύτης παρετάττοντο, καὶ πλεονεκτοῦντες ἐν ταῖς μάχαις τειχήρεις τοὺς Φοίνικας συνεῖχον.
他们占领了离迦太基不远的突尼斯城,以此为基地列阵,并在战斗中占了上风,将腓尼基人困在城墙之内。
§14.77.4οἱ δὲ Καρχηδόνιοι φανερῶς ὑπὸ τῶν θεῶν πολεμούμενοι, τὸ μὲν πρῶτον κατʼ ὀλίγους ξυνιόντες ἐξεταράττοντο καὶ τὸ δαιμόνιον ἱκέτευον λῆξαι τῆς ὀργῆς· μετὰ δὲ ταῦτα πᾶσαν τὴν πόλιν δεισιδαιμονία κατέσχε καὶ δέος, ἑκάστου τὸν τῆς πόλεως ἀνδραποδισμὸν τῇ διανοίᾳ προλαμβάνοντος.
迦太基人显然受到了神明的惩罚,起初他们只是三五成群地聚集在一起,惊慌失措,恳求神灵平息怒火;但随后,迷信与恐惧笼罩了整个城市,每个人都在心中预见到城市被奴役的命运。
διόπερ ἐψηφίσαντο παντὶ τρόπῳ τοὺς ἀσεβηθέντας θεοὺς ἐξιλάσασθαι.
因此,他们决议用一切方法来抚慰那些受到冒犯的神明。
§14.77.5οὐ παρειληφότες δʼ ἐν τοῖς ἱεροῖς οὔτε Κόρην οὔτε Δήμητρα, τούτων ἱερεῖς τοὺς ἐπισημοτάτους τῶν πολιτῶν κατέστησαν, καὶ μετὰ πάσης σεμνότητος τὰς θεὰς ἱδρυσάμενοι τὰς θυσίας τοῖς τῶν Ἑλλήνων ἤθεσιν ἐποίουν, καὶ τῶν παρʼ αὐτοῖς ὄντων Ἑλλήνων τοὺς χαριεστάτους ἐπιλέξαντες ἐπὶ τὴν τῶν θεῶν θεραπείαν ἔταξαν.
由于他们在原先的神庙祭祀中并未接纳科瑞和得墨忒耳,他们便任命了公民中最著名的人担任这两位女神的祭司,并以极其庄严的仪式安奉了女神,按照希腊人的习俗举行祭祀;他们还选拔了在他们之中的希腊人里最温雅优秀的人,命其负责侍奉神明。
μετὰ δὲ ταῦτα ναῦς τε κατεσκεύαζον καὶ τὰ πρὸς τὸν πόλεμον ἐπιμελῶς ἡτοίμαζον.
此后,他们开始建造船只,并勤勉地准备战争所需。
§14.77.6οἱ δʼ ἀποστάται μιγάδες ὄντες οὔθʼ ἡγεμόνας ἀξιοχρέους εἶχον, τὸ δὲ μέγιστον, αὐτοῖς μὲν διὰ τὸ πλῆθος ἐξέλειπον αἱ τροφαί, τοῖς δὲ Καρχηδονίοις κατὰ θάλατταν ἐκ Σαρδοῦς παρεκομίζοντο, καὶ πρὸς ἀλλήλους ἐστασίαζον περὶ τῆς ἡγεμονίας, καί τινες αὐτῶν χρήμασιν ὑπὸ Καρχηδονίων διαφθαρέντες ἐγκατέλειπον τὰς κοινὰς ἐλπίδας.
然而,起义军由于是乌合之众,既没有称职的领袖,更重要的是,他们因人数众多而导致粮食匮乏,而迦太基人则通过海路从撒丁岛运来粮食;此外,他们还为了领导权相互争吵,其中一些人被迦太基人用金钱收买,放弃了共同的希望。
ὅθεν διά τε τὴν σπάνιν τῆς τροφῆς καί τινων προδοσίαν, οὗτοι μὲν διαλυθέντες εἰς τὰς πατρίδας ἀπήλλαξαν τοῦ μεγίστου φόβου Καρχηδονίους.
因此,由于粮食短缺和部分人的背叛,这些人便各自散去,返回故乡,使迦太基人摆脱了最大的恐惧。
καὶ τὰ μὲν κατὰ Λιβύην ἐν τούτοις ἦν.
利比亚的情况大致如此。

词汇与语法注释

  1. 14.77.1τῶν στρατιωτῶν — 属格 τῶν στρατιωτῶν(士兵们的)在此作为“宾格性属格”使用,指的是将领希米尔科对士兵们的背叛(抛弃),而非指士兵们所犯下的背叛行为。
  2. 14.77.3τειχήρεις τοὺς Φοίνικας συνεῖχον — 形容词 τειχήρεις(被围困在城墙内的)在此作为直接宾语 τοὺς Φοίνικας 的谓语性修饰语,表示起义军使腓尼基人处于被围困在城墙内的状态。
  3. 14.77.6τὸ δὲ μέγιστον — 这是一个与后文同位的中性单数宾格短语,起副词性修饰作用,意为“而最重要(最严重)的是”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.77.1-14.77.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.77.1-14.77.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。