Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.74.1-14.74.5

叙拉古市民捕获敌船与夜间战斗中止

第 368 段,共 723 段 · 希腊语

内容简介

叙拉古的青年和老人纷纷驶向港口捕获并掠夺敌船,市民们则聚集在城墙上观看这一壮丽战况。夜幕降临使战斗暂停,狄奥尼修斯在神庙附近安营扎寨。

§14.74.1διόπερ τοῖς εὐτυχήμασι μετεωριζόμενοι τὰ πορθμεῖα συνεπλήρουν οἵ τε πρεσβύτατοι τῶν παίδων καὶ τῶν παρηκμακότων ταῖς ἡλικίαις οἱ μὴ τελείως ὑπὸ τοῦ γήρως καταπονούμενοι· πρὸς δὲ τὰς κατὰ τὸν λιμένα ναῦς ὡς ἔτυχε προσπλέοντες ἀθρόοι, τὰς μὲν προδιεφθαρμένας ὑπὸ τοῦ πυρὸς διήρπαζον, ἐκλέγοντες τῶν χρησίμων τὰ δυνάμενα βοηθείας τυχεῖν, τὰς δʼ ἀκεραίους ἐξαπτόμενοι κατῆγον εἰς τὴν πόλιν.
因此,因这些胜利而兴高采烈的老大孩子们,以及那些在年龄上已过壮年、但尚未完全被衰老折磨得精疲力竭的人们,纷纷坐满了渡船;他们成群结队地,随心所欲地驶向港口中的船只,一方面掠夺那些已被大火烧毁的船只,在有用的东西中挑出那些可以抢救的,另一方面,他们将完好无损的船只系上,拖回城里。
§14.74.2οὕτως οὐδὲ οἱ τῶν κατὰ πόλεμον ἀφιέμενοι διὰ τὰς ἡλικίας καρτερεῖν ἐδύναντο, διὰ δὲ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἡ φιλοτιμία τῆς ψυχῆς κατίσχυε τὴν ἡλικίαν.
如此一来,甚至连那些因年龄原因免除兵役的人也无法安坐,由于极度的喜悦,他们心灵的奋发战胜了他们的年龄。
τοῦ δὲ περὶ τὴν νίκην λόγου διαρρυέντος κατὰ τὴν πόλιν, τὰς οἰκίας ἐξέλειπον ὁμοῦ τοῖς οἰκέταις παῖδες καὶ γυναῖκες, καὶ πάντων σπευδόντων ἐπὶ τὰ τείχη πᾶς τόπος ἔγεμε τῶν θεωμένων.
随着关于胜利的消息在城中传开,妇女和孩子们同家奴一起离开了家,当所有人都在向城墙奔去时,每个地方都挤满了围观的人。
§14.74.3τούτων δʼ οἱ μὲν εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐκτείναντες εὐχαρίστουν τοῖς θεοῖς, οἱ δὲ τῆς τῶν ἱερῶν συλήσεως ἔφασαν εἰληφέναι τοὺς βαρβάρους τὴν παρὰ τοῦ δαιμονίου τιμωρίαν.
在这些人中,有的人向天空伸出双手感谢神明,有的人则说野蛮人正在接受神明对其掠夺神庙的惩罚。
§14.74.4ἐφαίνετο γὰρ διὰ μακροῦ θεομαχίᾳ παραπλήσιος ἡ θέα, τοσούτων μὲν νεῶν πυρπολουμένων, τῆς δὲ φλογὸς διὰ τῶν ἱστίων εἰς ὕψος ἀναφερομένης, καὶ τῶν μὲν Ἑλλήνων καθʼ ἕκαστον τῶν προτερημάτων ἐπισημαινομένων ἐξαισίῳ βοῇ, τῶν δὲ βαρβάρων διὰ τὴν ἔκπληξιν τοῦ δεινοῦ πολὺν θόρυβον καὶ κραυγὴν σύμμικτον ποιούντων.
因为从远处看去,这景象犹如神明之间的战争,有这么多船只被焚烧,火焰顺着船帆腾空而起,希腊人在每一次取得优势时都发出惊人的欢呼,而野蛮人则因对这可怕灾难的惊恐而发出巨大的混乱与混杂的尖叫。
§14.74.5οὐ μὴν ἀλλὰ τότε μὲν τῆς νυκτὸς ἐπιγενομένης ἡ μάχη διελύθη, καὶ Διονύσιος ἐπεστρατοπέδευσε τοῖς βαρβάροις πρὸς τὸ τοῦ Διὸς ἱερὸν παρεμβολὴν ποιησάμενος.
无论如何,在那个时候,随着夜幕降临,战斗宣告结束,狄奥尼修斯在宙斯神庙附近扎下营寨,在野蛮人对面安营扎寨。

词汇与语法注释

  1. 14.74.1τῶν παρηκμακότων ταῖς ἡλικίαις οἱ μὴ τελείως ὑπὸ τοῦ γήρως καταπονούμενοι — 带有冠词的分词短语 οἱ μὴ τελείως... 修饰部分属格 τῶν παρηκμακότων(已过壮年的人),表示“在那些已过壮年的人中,尚未完全被衰老折磨得精疲力竭的人”。
  2. 14.74.3τῆς τῶν ἱερῶν συλήσεως — 依赖于 τιμωρίαν(惩罚)的表示原因或罪名的属格,意为“因掠夺神庙而受到的惩罚”。其中 τῶν ἱερῶν(神庙)作为动作名词 συλήσεως(荒废/掠夺)的宾格性属格。
  3. 14.74.4τοσούτων μὲν νεῶν πυρπολουμένων — 从此处开始的四个并列属格绝对结构(νεῶν πυρπολουμένων、τῆς δὲ φλογὸς... ἀναφερομένης、τῶν μὲν Ἑλλήνων... ἐπισημαινομένων 和 τῶν δὲ βαρβάρων... ποιούντων)具体说明了主句 ἐφαίνετο ... ἡ θέα(这景象看起来……)的具体状况或原因。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.74.1-14.74.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.74.1-14.74.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。