§14.74.1διόπερ τοῖς εὐτυχήμασι μετεωριζόμενοι τὰ πορθμεῖα συνεπλήρουν οἵ τε πρεσβύτατοι τῶν παίδων καὶ τῶν παρηκμακότων ταῖς ἡλικίαις οἱ μὴ τελείως ὑπὸ τοῦ γήρως καταπονούμενοι· πρὸς δὲ τὰς κατὰ τὸν λιμένα ναῦς ὡς ἔτυχε προσπλέοντες ἀθρόοι, τὰς μὲν προδιεφθαρμένας ὑπὸ τοῦ πυρὸς διήρπαζον, ἐκλέγοντες τῶν χρησίμων τὰ δυνάμενα βοηθείας τυχεῖν, τὰς δʼ ἀκεραίους ἐξαπτόμενοι κατῆγον εἰς τὴν πόλιν. §14.74.2οὕτως οὐδὲ οἱ τῶν κατὰ πόλεμον ἀφιέμενοι διὰ τὰς ἡλικίας καρτερεῖν ἐδύναντο, διὰ δὲ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἡ φιλοτιμία τῆς ψυχῆς κατίσχυε τὴν ἡλικίαν.
Therefore, elated by the successes, the eldest of the boys and, of those past their prime in age, those who were not completely worn down by old age, filled the ferry boats; and sailing in throngs, as chance directed, toward the ships in the harbor, they on the one hand plundered those already damaged by the fire, picking out of the useful things those that were capable of being saved, and on the other hand, binding the undamaged ones, they towed them back to the city. Thus not even those who were excused from military service because of their age could remain inactive, but because of the excess of joy, the ambition of their soul prevailed over their age.
τοῦ δὲ περὶ τὴν νίκην λόγου διαρρυέντος κατὰ τὴν πόλιν, τὰς οἰκίας ἐξέλειπον ὁμοῦ τοῖς οἰκέταις παῖδες καὶ γυναῖκες, καὶ πάντων σπευδόντων ἐπὶ τὰ τείχη πᾶς τόπος ἔγεμε τῶν θεωμένων. §14.74.3τούτων δʼ οἱ μὲν εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐκτείναντες εὐχαρίστουν τοῖς θεοῖς, οἱ δὲ τῆς τῶν ἱερῶν συλήσεως ἔφασαν εἰληφέναι τοὺς βαρβάρους τὴν παρὰ τοῦ δαιμονίου τιμωρίαν. §14.74.4ἐφαίνετο γὰρ διὰ μακροῦ θεομαχίᾳ παραπλήσιος ἡ θέα, τοσούτων μὲν νεῶν πυρπολουμένων, τῆς δὲ φλογὸς διὰ τῶν ἱστίων εἰς ὕψος ἀναφερομένης, καὶ τῶν μὲν Ἑλλήνων καθʼ ἕκαστον τῶν προτερημάτων ἐπισημαινομένων ἐξαισίῳ βοῇ, τῶν δὲ βαρβάρων διὰ τὴν ἔκπληξιν τοῦ δεινοῦ πολὺν θόρυβον καὶ κραυγὴν σύμμικτον ποιούντων. §14.74.5οὐ μὴν ἀλλὰ τότε μὲν τῆς νυκτὸς ἐπιγενομένης ἡ μάχη διελύθη, καὶ Διονύσιος ἐπεστρατοπέδευσε τοῖς βαρβάροις πρὸς τὸ τοῦ Διὸς ἱερὸν παρεμβολὴν ποιησάμενος.
And as the report of the victory spread through the city, children and women, together with the household slaves, left their houses, and as everyone was hastening to the walls, every place was full of spectators. Of these, some, stretching out their hands to heaven, thanked the gods, while others declared that the barbarians were receiving from the deity the punishment for their plundering of the temples. For from a distance the spectacle appeared similar to a battle of gods, with so many ships being set on fire, and the flame being carried aloft through the sails, and the Greeks marking each success with an extraordinary shout, while the barbarians, because of their consternation at the terror, made a great tumult and confused outcry. Nevertheless, on that occasion, as night came on, the battle was broken off, and Dionysius, having pitched a camp near the temple of Zeus, encamped against the barbarians.