§14.75.1οἱ δὲ Καρχηδόνιοι κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἡττημένοι διεπρεσβεύσαντο πρὸς Διονύσιον λάθρᾳ τῶν Συρακοσίων· ἠξίουν δὲ αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισθῆναι, καὶ τὰ κατὰ τὴν παρεμβολὴν αὐτοῖς ὄντα τριακόσια τάλαντα δώσειν ἐπηγγέλλοντο.
迦太基人在陆地和海上均被击败,于是瞒着叙拉古人,暗中向狄奥尼修斯派遣使者;他们请求他允许幸存的人乘船返回利比亚,并承诺交出营地中的三百塔兰同资金。
§14.75.2ὁ δὲ Διονύσιος ἅπαντας μὲν ἀδύνατον εἶναι φυγεῖν ἀπεφαίνετο, τοὺς δὲ πολιτικοὺς συνεχώρησε μόνους νυκτὸς ἀπελθεῖν λάθρᾳ κατὰ θάλατταν· ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας αὐτῷ περὶ τούτων συγχωρεῖν τοῖς πολεμίοις.
狄奥尼修斯表示,所有人全部逃走是不可能的,但他同意只允许迦太基公民在夜间乘船秘密离开;因为他知道,叙拉古人同盟友是绝不会允许他向敌人做出这一妥协的。
§14.75.3ταῦτα δʼ ἔπραττεν ὁ Διονύσιος οὐ βουλόμενος τελείως ἀπολέσθαι τὴν τῶν Καρχηδονίων δύναμιν, ὅπως οἱ Συρακόσιοι διὰ τὸν ἀπὸ τούτων φόβον μηδέποτε σχολὴν λάβωσιν ἀντέχεσθαι τῆς ἐλευθερίας.
狄奥尼修斯之所以这样做,是因为他不想让迦太基人的势力完全毁灭,好让叙拉古人由于对他们的恐惧,永远没有闲暇去争取自由。
ὁ μὲν οὖν Διονύσιος συνθέμενος εἰς ἡμέραν τετάρτην ὑπὸ νύκτα τὴν φυγὴν τοῖς Καρχηδονίοις, τὸ στρατόπεδον ἀπήγαγεν εἰς τὴν πόλιν·
因此,狄奥尼修斯同迦太基人约定在第四天夜里逃亡后,便将军队带回了城里。
§14.75.4ὁ δʼ Ἰμίλκων νυκτὸς παρακομίσας εἰς τὴν ἀκρόπολιν τὰ τριακόσια τάλαντα παρέδωκε τοῖς ἐν τῇ Νήσῳ τεταγμένοις ὑπὸ τοῦ τυράννου, αὐτὸς δʼ, ἐπεὶ παρῆν ὁ συγκείμενος χρόνος, νυκτὸς ἐπλήρωσε τετταράκοντα τριήρεις τῶν πολιτικῶν, καὶ καταλιπὼν τὸ λοιπὸν ἅπαν στρατόπεδον ὥρμησε φεύγειν.
希米尔科在夜间将那三百塔兰同送往卫城,交给了僭主部署在岛上的守军;他本人则在约定的时间到来时,在夜间将四十艘三桅战船塞满了迦太基公民,抛下其余的所有军队,匆忙逃走。
§14.75.5ἤδη δʼ αὐτοῦ τὸν λιμένα διεκπεπλευκότος ᾔσθοντό τινες τῶν Κορινθίων τὸν δρασμόν, καὶ ταχέως ἀπήγγειλαν τῷ Διονυσίῳ.
在他已经驶出港口时,一些科林斯人注意到了他的逃跑,并迅速报告给狄奥尼修斯。
τοῦ δὲ τοὺς στρατιώτας τε καλοῦντος εἰς τὰ ὅπλα καὶ κατὰ σχολὴν τοὺς ἡγεμόνας ἀθροίζοντος, οὐκ ἀνέμειναν αὐτὸν οἱ Κορίνθιοι, ταχὺ δʼ ἀναχθέντες ἐπὶ τοὺς Καρχηδονίους καὶ πρὸς ἀλλήλους ἐν ταῖς εἰρεσίαις φιλοτιμούμενοι τὰς ἐσχάτας Φοινίσσας ναῦς κατέλαβον, ἃς τοῖς ἐμβόλοις συντρίψαντες κατέδυσαν.
当狄奥尼修斯号召士兵武装并慢吞吞地召集将领时,科林斯人没有等他,而是迅速驾船驶向迦太基人,并在划桨时互相竞争,追上了最后面的腓尼基船只,用撞角将其击碎并击沉。
§14.75.6μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐξήγαγε τὴν δύναμιν, οἱ δὲ συμμαχοῦντες τοῖς Καρχηδονίοις Σικελοὶ φθάσαντες τοὺς Συρακοσίους ἔφυγον διὰ τῆς μεσογείου, καὶ σχεδὸν πάντες διεσώθησαν εἰς τὰς πατρίδας.
此后,狄奥尼修斯带兵出击,但与迦太基人同盟的西西里人抢在叙拉古人之前,穿过内陆逃走,几乎全部安全回到了家乡。
§14.75.7καὶ Διονύσιος μὲν τὰς ὁδοὺς διαλαβὼν φυλακαῖς ἀπήγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν ἔτι νυκτὸς οὔσης· οἱ δὲ βάρβαροι καταλειφθέντες ὑπό τε τοῦ στρατηγοῦ καὶ τῶν Καρχηδονίων, ἔτι δὲ τῶν Σικελῶν, ἠθύμησαν καὶ καταπλαγέντες ἔφευγον.
狄奥尼修斯用哨兵封锁了道路,在天亮前将军队带到了敌人的营地;而那些被将军、迦太基公民以及西西里人遗弃的野蛮人,则心灰意冷,在惊恐中四处逃窜。
§14.75.8οἱ μὲν ἐν ταῖς ὁδοῖς ταῖς προφυλακαῖς ἐμπίπτοντες συνελαμβάνοντο, οἱ δὲ πλεῖστοι τὰ ὅπλα ῥιπτοῦντες συνήντων, δεόμενοι φείσασθαι τοῦ βίου· μόνοι δὲ Ἴβηρες ἠθροισμένοι μετὰ τῶν ὅπλων ἐπεκηρυκεύοντο περὶ συμμαχίας.
有的人在道路上撞上哨兵而被捕,大多数人则扔下武器迎上来,乞求饶他们一命;唯有伊比利亚人带着武器集结在一起,派遣使者商谈结盟之事。
§14.75.9Διονύσιος δὲ πρὸς μὲν τούτους σπεισάμενος κατέταξε τοὺς Ἴβηρας εἰς τοὺς μισθοφόρους, τὸ δὲ λοιπὸν πλῆθος ἐζώγρησε καὶ τὴν λοιπὴν ἀποσκευὴν ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι.
狄奥尼修斯与他们达成协议,将伊比利亚人编入了自己的雇佣军中,而将其余的人全部生擒,并允许士兵们掠夺剩下的辎重。