Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.73.1-14.73.5

叙拉古军焚毁迦太基舰队

第 367 段,共 723 段 · 希腊语

内容简介

叙拉古陆海军联手突袭迦太基船坞并纵火,大火在狂风助势下彻底摧毁了敌方舰队,城内的叙拉古市民如同观看戏剧一般目睹了这场毁灭。

§14.73.1οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφθανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος τῆς περιστάσεως περιχυθέντες ἐφόνευον.
与此同时,叙拉古人受到这一优势的鼓舞,以极大的热忱争先恐后地跳上敌方的战船,并将那些因事态严重而惊慌失措的野蛮人包围起来予以斩杀。
§14.73.2οὐ μὴν οὐδʼ οἱ πεζῇ τῷ ναυστάθμῳ προσβάλλοντες ἐλείποντο τῆς τούτων σπουδῆς·
从陆路袭击船坞的人们也绝不亚于这些人的热忱。
ἐν οἷς συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα πρὸς τὸ κατὰ Δάσκωνα μέρος.
在他们之中,也有狄奥尼修斯本人,他已经骑马来到了靠近达斯孔的区域。
εὑρόντες γὰρ πεντηκοντόρους τετταράκοντα νενεωλκημένας, καὶ κατὰ τὸ συνεχὲς ναῦς παρορμούσας ὁλκάδας καί τινας τῶν τριήρων, πῦρ εἰς αὐτὰς ἐνῆκαν.
因为他们发现有四十艘五十桨船被拖上岸,而在其旁连续停泊着一些货船和几艘三段卡船,便向它们放了火。
§14.73.3ταχὺ δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης καὶ χεομένης ἐπὶ πολὺν τόπον ἐφλέγετο τὰ σκάφη, καὶ τῶν ἐμπόρων τε καὶ ναυκλήρων οὐδεὶς ἐδύνατο παραβοηθῆσαι διὰ τὸ πλῆθος τοῦ πυρός.
很快,随着火焰腾空而起并蔓延到广阔的区域,船只燃烧了起来,商人和船主们都因为火势太猛而无法前去营救。
ἐπιγενομένου δὲ μεγάλου πνεύματος ἐκ τῶν νενεωλκημένων σκαφῶν ἐφέρετο τὸ πῦρ ἐπὶ τὰς ὁρμούσας ὁλκάδας.
随后刮起了一阵大风,大火从被拖上岸的船只蔓延到了停泊着的货船上。
§14.73.4τῶν δʼ ἀνδρῶν ἐκκολυμβώντων διὰ τὸν ἀπὸ τῆς πνιγὸς φόβον, καὶ τῶν ἀγκυρίων ἀποκαιομένων, διὰ τὸν κλύδωνα συνέκρουον αἱ ναῦς, καὶ τινὲς μὲν ὑπʼ ἀλλήλων συντριβόμεναι διεφθείροντο, τινὲς δὲ ὑπὸ τοῦ πνεύματος ὠθούμεναι, αἱ πλεῖσται δʼ ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο.
船员们由于害怕窒息而纷纷游走,锚缆也被烧断,船只因风浪而互相撞击,有的互相撞碎而毁坏,有的被大风推走,而大多数则被大火吞噬。
§14.73.5ἔνθα δὴ τῶν φορτηγῶν πλοίων ἀναφερομένης τῆς φλογὸς διὰ τῶν ἱστίων καὶ τὰς κεραίας καταφλεγούσης, τοῖς ἐκ τῆς πόλεως θεατρικὴν συνέβαινε γίνεσθαι τὴν θέαν καὶ τοῖς διʼ ἀσέβειαν κεραυνωθεῖσι φαίνεσθαι παραπλησίαν τὴν ἀπώλειαν τῶν βαρβάρων.
就在那时,火焰顺着货船的船帆向上升腾,烧毁了帆桁,对城里的人们来说,这景象宛如一场戏剧表演,而野蛮人的毁灭看起来极像那些因不敬神而遭雷击者的结局。

词汇与语法注释

  1. 14.73.1ἔφθανον ἐπιπηδῶντες — 动词 φθάνω 结合分词,表示“比他人先做某事”。此处带有相互代词 ἀλλήλους,表示叙拉古人“争先恐后地跳上敌船”。
  2. 14.73.1τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεθος — τὸ μέγεθος 是关系宾格(表示方面的宾格),修饰被动完成时分词 καταπεπληγμένους,表示“在事态严重(大)的方面感到惊慌失措”。
  3. 14.73.2συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα — 非人称动词 συνέβαινε 后面接不定式 εἶναι,其逻辑主语为宾格的 αὐτὸν τὸν Διονύσιον。完成时活动分词 παριππευκότα 同样为宾格,以与该主语保持一致。
  4. 14.73.5φαίνεσθαι παραπλησίαν τὴν ἀπώλειαν ... τοῖς ... κεραυνωθεῖσι — 不定式 φαίνεσθαι 同样由前面的 συνέβαινε 支配。其宾格主语为 τὴν ἀπώλειαν(毁灭),宾格谓语形容词 παραπλησίαν(相似的)引导比较的对象,即与格的分词短语 τοῖς... κεραυνωθεῖσι(遭雷击者)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.73.1-14.73.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.73.1-14.73.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。