§14.74.1διόπερ τοῖς εὐτυχήμασι μετεωριζόμενοι τὰ πορθμεῖα συνεπλήρουν οἵ τε πρεσβύτατοι τῶν παίδων καὶ τῶν παρηκμακότων ταῖς ἡλικίαις οἱ μὴ τελείως ὑπὸ τοῦ γήρως καταπονούμενοι·
それゆえ、成功に意気揚々となった子供たちのうち最も年長のものたちや、年齢の盛りを過ぎた者のうち老齢によって完全には衰えきっていない者たちが、渡し船に乗り込んでそれをいっぱいにした。
πρὸς δὲ τὰς κατὰ τὸν λιμένα ναῦς ὡς ἔτυχε προσπλέοντες ἀθρόοι, τὰς μὲν προδιεφθαρμένας ὑπὸ τοῦ πυρὸς διήρπαζον, ἐκλέγοντες τῶν χρησίμων τὰ δυνάμενα βοηθείας τυχεῖν, τὰς δʼ ἀκεραίους ἐξαπτόμενοι κατῆγον εἰς τὴν πόλιν.
彼らは港の船の方へと、手当たり次第に、集団になって漕ぎ寄せていき、一方では、すでに火によって破壊されていた船から略奪をおこない、役立つもののうち救い出すことができるものを選び出し、他方では、無傷の船を(ロープで)結びつけて市へと曳航した。
§14.74.2οὕτως οὐδὲ οἱ τῶν κατὰ πόλεμον ἀφιέμενοι διὰ τὰς ἡλικίας καρτερεῖν ἐδύναντο, διὰ δὲ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἡ φιλοτιμία τῆς ψυχῆς κατίσχυε τὴν ἡλικίαν.
このように、年齢のゆえに軍務から免除されている者たちでさえじっとしていることはできず、喜びが極限に達したため、魂の奮起が彼らの年齢に打ち勝った。
τοῦ δὲ περὶ τὴν νίκην λόγου διαρρυέντος κατὰ τὴν πόλιν, τὰς οἰκίας ἐξέλειπον ὁμοῦ τοῖς οἰκέταις παῖδες καὶ γυναῖκες, καὶ πάντων σπευδόντων ἐπὶ τὰ τείχη πᾶς τόπος ἔγεμε τῶν θεωμένων.
勝利の噂が市内に広まると、子供や女たちも召使いたちとともに家を後にし、全員が城壁へと急いだため、あらゆる場所が見物人で満ちあふれた。
§14.74.3τούτων δʼ οἱ μὲν εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐκτείναντες εὐχαρίστουν τοῖς θεοῖς, οἱ δὲ τῆς τῶν ἱερῶν συλήσεως ἔφασαν εἰληφέναι τοὺς βαρβάρους τὴν παρὰ τοῦ δαιμονίου τιμωρίαν.
彼らのうち、ある者たちは天に手を伸ばして神々に感謝を捧げ、またある者たちは、野蛮人たちが神殿の略奪に対する神からの罰を受けているのだと言った。
§14.74.4ἐφαίνετο γὰρ διὰ μακροῦ θεομαχίᾳ παραπλήσιος ἡ θέα, τοσούτων μὲν νεῶν πυρπολουμένων, τῆς δὲ φλογὸς διὰ τῶν ἱστίων εἰς ὕψος ἀναφερομένης, καὶ τῶν μὲν Ἑλλήνων καθʼ ἕκαστον τῶν προτερημάτων ἐπισημαινομένων ἐξαισίῳ βοῇ, τῶν δὲ βαρβάρων διὰ τὴν ἔκπληξιν τοῦ δεινοῦ πολὺν θόρυβον καὶ κραυγὴν σύμμικτον ποιούντων.
というのも、遠くから見ると、非常に多くの船が炎上し、炎が帆を通して高く立ち上り、ギリシア人たちが優勢の度ごとに並外れた歓声をあげ、他方で野蛮人たちが災厄の恐怖から大きな混乱と入り混じった叫び声をあげていたため、その光景は神々の戦いに似ているように見えたからである。
§14.74.5οὐ μὴν ἀλλὰ τότε μὲν τῆς νυκτὸς ἐπιγενομένης ἡ μάχη διελύθη, καὶ Διονύσιος ἐπεστρατοπέδευσε τοῖς βαρβάροις πρὸς τὸ τοῦ Διὸς ἱερὸν παρεμβολὴν ποιησάμενος.
ともあれ、そのときには夜が訪れたので戦闘は終息し、ディオニュシオスはゼウスの神殿の近くに陣地を築き、野蛮人たちに対峙して陣を張った。