§14.71.1ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποθνησκόντων τὸ μὲν πρῶτον ἔθαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι, οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν.
因此,疫病首先袭击了利比亚人。 由于他们中许多人死去,起初人们还埋葬死者,但随后由于尸体数量众多,且照料病患的人也被疫病夺去生命,便没有人再敢接近病患。
παραιρεθείσης οὖν καὶ τῆς θεραπείας ἀβοήθητος ἦν ἡ συμφορά.
于是,随着护理也被剥夺,这场灾难变得无可救药。
§14.71.2διὰ γὰρ τὴν τῶν ἀθάπτων δυσωδίαν καὶ τὴν ἀπὸ τῶν ἑλῶν σηπεδόνα πρῶτον μὲν ἤρχετο τῆς νόσου κατάρρους, μετὰ δὲ ταῦτʼ ἐγίνετο περὶ τὸν τράχηλον οἰδήματα· ἐκ δὲ τοῦ κατʼ ὀλίγον ἠκολούθουν πυρετοὶ καὶ περὶ τὴν ῥάχιν νεύρων πόνοι καὶ τῶν σκελῶν βαρύτητες· εἶτʼ ἐπεγίνοντο δυσεντερία καὶ φλύκταιναι περὶ τὴν ἐπιφάνειαν ὅλην τοῦ σώματος.
因为未埋葬尸体的恶臭和沼泽中产生的腐烂,最初是以卡他作为疫病的开端,随后在脖子周围出现肿胀;接着渐渐地,伴随而来的是发热、脊柱腱部疼痛以及双腿沉重;随后赤痢和全身表面的水疱也接踵而至。
§14.71.3τοῖς μὲν οὖν πλείστοις τοιοῦτον ἦν τὸ πάθος, τινὲς δʼ εἰς μανίαν καὶ λήθην τῶν ἁπάντων ἔπιπτον, οἳ περιπορευόμενοι τὴν παρεμβολὴν ἐξεστῶτες τοῦ φρονεῖν ἔτυπτον τοὺς ἀπαντῶντας.
对大多数人来说,病痛折磨就是如此,但也有一些人陷入了疯狂,遗忘了一切。 他们神志不清地在营地里徘徊,殴打遇见的任何人。
καθόλου δὲ συνέβη καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν ἄπρακτον εἶναι καὶ διὰ τὸ μέγεθος τοῦ πάθους καὶ τὴν ὀξύτητα τοῦ θανάτου· πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον, δεινὰς ὑπομένοντες τιμωρίας, ὥσθʼ ὑπὸ πάντων μακαρίζεσθαι τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας.
总体而言,由于病症的严重和死亡的迅速,医生的救治也无济于事;因为病患在第五天、或者至多在第六天,便在忍受极度痛苦中死去,以至于所有人都羡慕那些在战争中牺牲的人是幸运的。
§14.71.4καὶ γὰρ οἱ τοῖς κάμνουσι παρεδρεύοντες ἐνέπιπτον εἰς τὴν νόσον ἅπαντες, ὥστε δεινὴν εἶναι τὴν συμφορὰν τῶν ἀρρωστούντων, μηδενὸς θέλοντος ὑπηρετεῖν τοῖς ἀτυχοῦσιν.
因为凡是看护病患的人也都染上了疫病,所以病人的处境极其凄惨,没有一个人愿意照料这些不幸者。
οὐ γὰρ μόνον οἱ μηδὲν προσήκοντες ἀλλήλους ἐγκατέλειπον, ἀλλʼ ἀδελφοὶ μὲν ἀδελφούς, φίλοι δὲ τοὺς συνήθεις ἠναγκάζοντο προΐεσθαι διὰ τὸν ὑπὲρ αὑτῶν φόβον.
不仅毫无关系的人彼此抛弃,甚至连兄弟也被迫遗弃兄弟,朋友也因对自己生命安全的恐惧而不得不抛弃知己。