Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.70.1-14.70.6

法拉基达斯的支持与迦太基军中疫病

第 364 段,共 723 段 · 希腊语

内容简介

狄奥多鲁斯演讲后,斯巴达将领法拉基达斯违背叙拉古人的期望而支持僭主狄奥尼修斯,导致集会解散。随后,由于洗劫神庙,迦太基军中爆发严重疫病,且因拥挤和低洼湿地的恶劣环境而更加恶化。

§14.70.1τοιούτοις τοῦ Θεοδώρου χρησαμένου λόγοις, οἱ μὲν Συρακόσιοι μετέωροι ταῖς ψυχαῖς ἐγένοντο καὶ πρὸς τοὺς συμμάχους ἀπέβλεπον, Φαρακίδου δὲ τοῦ Λακεδαιμονίου ναυαρχοῦντος τῶν συμμάχων παρελθόντος ἐπὶ τὸ βῆμα, πάντες προσεδόκων ἀρχηγὸν ἔσεσθαι τῆς ἐλευθερίας.
由于狄奥多鲁斯发表了这样的言论,叙拉古人情绪高涨,并把目光投向同盟者;当担任同盟军海军统帅的拉刻代蒙人法拉基达斯走向讲坛时,所有人都期待他会成为自由的领路人。
§14.70.2ὁ δὲ τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως ἔφησεν αὐτὸν ὑπὸ Λακεδαιμονίων ἀπεστάλθαι Συρακοσίοις καὶ Διονυσίῳ συμμαχεῖν πρὸς Καρχηδονίους, ἀλλʼ οὐ Διονυσίου τὴν ἀρχὴν καταλύειν.
然而,法拉基达斯因与僭主关系亲密,声称自己是由拉刻代蒙人派遣来与叙拉古人和狄奥尼修斯结盟对抗迦太基人的,而不是来推翻狄奥尼修斯政权的。
παρὰ δὲ τὴν προσδοκίαν γενομένης τῆς ἀποφάσεως, οἱ μὲν μισθοφόροι συνέδραμον πρὸς τὸν Διονύσιον, οἱ δὲ Συρακόσιοι καταπλαγέντες τὴν ἡσυχίαν εἶχον, πολλὰ τοῖς Σπαρτιάταις καταρώμενοι·
这一出人意料的表态发生后,雇兵们纷纷聚集到狄奥尼修斯身边,而叙拉古人则惊愕不已,保持着沉默,并对斯巴达人百般诅咒。
§14.70.3καὶ γὰρ τὸ πρότερον Ἀρέτης ὁ Λακεδαιμόνιος ἀντιλαμβανόμενος αὐτῶν τῆς ἐλευθερίας ἐγένετο προδότης, καὶ τότε Φαρακίδας ἐνέστη ταῖς ὁρμαῖς τῶν Συρακοσίων.
因为早些时候,拉刻代蒙人阿雷特斯在声称捍卫他们自由的同时成为了叛徒,而如今法拉基达斯又阻碍了叙拉古人的热忱。
ὁ δὲ Διονύσιος τότε μὲν ἐγένετο περίφοβος καὶ διέλυσε τὴν ἐκκλησίαν, μετὰ δὲ ταῦτα φιλανθρώποις λόγοις χρησάμενος καθωμίλει τῷ πλήθει, καὶ τινὰς μὲν δωρεαῖς ἐτίμα, τινὰς δʼ ἐπὶ τὰ συσσίτια παρελάμβανε.
狄奥尼修斯当时极为惊恐,解散了集会,但在此之后,他用温和的话语安抚群众,通过赏赐来尊崇一些人,并邀请另一些人参加他的共餐。
§14.70.4Καρχηδονίοις δὲ μετὰ τὴν κατάληψιν τοῦ προαστείου καὶ τὴν σύλησιν τοῦ τε τῆς Δήμητρος καὶ Κόρης ἱεροῦ ἐνέπεσεν εἰς τὸ στράτευμα νόσος·
至于迦太基人,在占领郊区并洗劫了得墨忒耳和科瑞的神庙之后,军中爆发了疫病。
συνεπελάβετο δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ μυριάδας εἰς ταὐτὸ συναθροισθῆναι καὶ τὸ τῆς ὥρας εἶναι πρὸς τὰς νόσους ἐνεργότατον, ἔτι δὲ τὸ ἔχειν ἐκεῖνο τὸ θέρος καύματα παρηλλαγμένα.
而数万人聚集在同一地点、该季节最易滋生疾病、以及那个夏天异常酷热,这些因素又与神明降下的灾祸交织在一起,使灾情更形加剧。
§14.70.5ἔοικε δὲ καὶ ὁ τόπος αἴτιος γεγονέναι πρὸς τὴν ὑπερβολὴν τῆς συμφορᾶς· καὶ γὰρ Ἀθηναῖοι πρότερον τὴν αὐτὴν ἔχοντες παρεμβολὴν πολλοὶ διεφθάρησαν ὑπὸ τῆς νόσου, ἑλώδους ὄντος τοῦ τόπου καὶ κοίλου.
此外,该地点本身似乎也是导致这场巨大灾难的原因;因为在此之前,阿提拉人驻扎在同一营地时,由于该地地势低洼且多沼泽,也有许多人因疫病而丧生。
§14.70.6πρῶτον μὲν πρὶν ἥλιον ἀνατεῖλαι διὰ τὴν ψυχρότητα τὴν ἐκ τῆς αὔρας τῶν ὑδάτων φρίκη κατεῖχε τὰ σώματα· κατὰ δὲ τὴν μεσημβρίαν ἡ θερμότης ἔπνιγεν, ὡς ἂν τοσούτου πλήθους ἐν στενῷ τόπῳ συνηθροισμένου.
首先,在日出之前,由于水汽带来的冷风,寒意侵袭着人们的身体;而到了中午,由于如此多的人群聚集在狭窄的地方,酷热几乎令人窒息。

词汇与语法注释

  1. 14.70.1ἀρχηγὸν ἔσεσθαι — 将来时不定式 ἔσεσθαι 的逻辑主语是省略了的宾格(αὐτόν),该词可从未前的属格独立结构的主语 Φαρακίδου 中推导出来。
  2. 14.70.2τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως — “ἔχω + 副词 + πρός + 宾格”的习惯构式,意为“对某人抱有某种关系或态度”。在此处表示“与僭主保持亲密(友好)的关系”。
  3. 14.70.4συνεπελάβετο δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ ... — 动词 συνεπελάβετο(促成、加剧)支配与格(τῇ ... συμφορᾷ),其主语是后面并列的三个冠词不定式从句:“τὸ ... συναθροισθῆναι”、“[τὸ] ... εἶναι”和“τὸ ἔχειν...”。
  4. 14.70.6ὡς ἂν τοσούτου πλήθους ἐν στενῷ τόπῳ συνηθροισμένου — 连词 ὡς ἄν 引导属格独立(分词)结构,表示带有条件或潜在语气的比喻性或推测性原因(“正如如此多的人群聚集在狭窄之处时所自然发生的那样”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.70.1-14.70.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.70.1-14.70.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。