Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.71.1-14.71.4

カルタゴ軍を襲う疫病の症状と陣営の惨状

365 / 723 箇所 · ギリシア語

要旨

カルタゴ軍を襲った壊滅的な疫病の悲惨な進行と、様々な症状、そして看病する者すら恐れて互いを見捨てる凄惨な人間模様が描かれる。

§14.71.1ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποθνησκόντων τὸ μὲν πρῶτον ἔθαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι, οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν.
そこで、病気はまずリビュア人たちを襲った。 彼らのうち多くの者が死んでいったので、最初は亡くなった人々を埋葬していたが、その後は、死者の多さと、看護する人々が病によって次々と命を奪われたことのために、誰も病人に近づこうとしなかった。
παραιρεθείσης οὖν καὶ τῆς θεραπείας ἀβοήθητος ἦν ἡ συμφορά.
したがって、看護すらも奪い去られ、この災難は手の施しようがなくなった。
§14.71.2διὰ γὰρ τὴν τῶν ἀθάπτων δυσωδίαν καὶ τὴν ἀπὸ τῶν ἑλῶν σηπεδόνα πρῶτον μὲν ἤρχετο τῆς νόσου κατάρρους, μετὰ δὲ ταῦτʼ ἐγίνετο περὶ τὸν τράχηλον οἰδήματα·
というのも、埋葬されぬ死体の悪臭と湿地からの腐敗臭のために、まず病の始まりとしてカタルが生じ、その後は首の周りに腫れ物ができた。
ἐκ δὲ τοῦ κατʼ ὀλίγον ἠκολούθουν πυρετοὶ καὶ περὶ τὴν ῥάχιν νεύρων πόνοι καὶ τῶν σκελῶν βαρύτητες· εἶτʼ ἐπεγίνοντο δυσεντερία καὶ φλύκταιναι περὶ τὴν ἐπιφάνειαν ὅλην τοῦ σώματος.
そして少しずつ、高熱と、背骨の腱の痛み、両脚の重さがそれに続き、それから赤痢と体全体の表面の発疹が続発した。
§14.71.3τοῖς μὲν οὖν πλείστοις τοιοῦτον ἦν τὸ πάθος, τινὲς δʼ εἰς μανίαν καὶ λήθην τῶν ἁπάντων ἔπιπτον, οἳ περιπορευόμενοι τὴν παρεμβολὴν ἐξεστῶτες τοῦ φρονεῖν ἔτυπτον τοὺς ἀπαντῶντας.
大半の者にとっては、その苦しみはこのようなものであったが、ある者たちは狂気とすべての忘却に陥り、彼らは陣営を歩き回り、正気を失って、出会う人々を殴りつけた。
καθόλου δὲ συνέβη καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν ἄπρακτον εἶναι καὶ διὰ τὸ μέγεθος τοῦ πάθους καὶ τὴν ὀξύτητα τοῦ θανάτου·
全体として、病の凄まじさと死の急激さのために、医師たちによる治療も効果を上げ得なかった。
πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον, δεινὰς ὑπομένοντες τιμωρίας, ὥσθʼ ὑπὸ πάντων μακαρίζεσθαι τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας.
彼らは5日目、あるいはせいぜい6日目に、恐ろしい苦痛を耐え忍びながら息を引き取ったので、誰もが戦争で死んだ人々を幸いであると羨むほどであった。
§14.71.4καὶ γὰρ οἱ τοῖς κάμνουσι παρεδρεύοντες ἐνέπιπτον εἰς τὴν νόσον ἅπαντες, ὥστε δεινὴν εἶναι τὴν συμφορὰν τῶν ἀρρωστούντων, μηδενὸς θέλοντος ὑπηρετεῖν τοῖς ἀτυχοῦσιν.
なぜなら、病人に付き添う者たちも全員が病気に罹ったため、病に伏せる者たちの境遇は悲惨を極め、この不運な人々に仕えようとする者は誰もいなかったからである。
οὐ γὰρ μόνον οἱ μηδὲν προσήκοντες ἀλλήλους ἐγκατέλειπον, ἀλλʼ ἀδελφοὶ μὲν ἀδελφούς, φίλοι δὲ τοὺς συνήθεις ἠναγκάζοντο προΐεσθαι διὰ τὸν ὑπὲρ αὑτῶν φόβον.
何の縁もない者同士が互いを見捨てただけでなく、兄弟が兄弟を、友人が知人を、自分自身への恐怖のために見捨てざるを得なかった。

語釈・文法注

  1. 14.71.1ἐξ ὧν πολλῶν ἀποθνησκόντων — 関係代名詞 `ὧν`(先行詞は `Λιβύων`)の属格が、属格独立分詞構文 `πολλῶν ἀποθνησκόντων` の意味上の主語に取り込まれている特殊な構造。
  2. 14.71.1διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι — 接続詞 `τε...καί` が二つの原因句を繋いでいる。二つ目の `διά` の後には冠詞付き不定詞 `τὸ ... διαρπάζεσθαι` が続き、その対格主語として分詞 `τοὺς νοσοκομοῦντας` が置かれている。
  3. 14.71.3ἐξεστῶτες τοῦ φρονεῖν — `ἐξίστημι` の自動詞的完了分詞 `ἐξεστῶτες` (正気を失った)が、分離の属格を支配する動詞的特徴を保ち、冠詞付き不定詞 `τοῦ φρονεῖν`(考えること、理智)を属格補語として取っている。
  4. 14.71.3πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον — 形容詞 `πεμπταῖοι` および `ἑκταῖοι` は主語と一致する述語的形容詞であるが、時間の経過を表す副詞的に機能している。また、`μετήλλαττον`(未完了過去)は「(生を)終える、死ぬ」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.71.1-14.71.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.71.1-14.71.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。