Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.70.1-14.70.6

ファラキダスの弁護とカルタゴ軍の疫病

364 / 723 箇所 · ギリシア語

要旨

テオドロスの演説後、スパルタの提督ファラキダスはシラクサ人の期待を裏切って僭主ディオニシオスを擁護し、民会は解散される。その後、神殿を略奪したカルタゴ軍の間で、密集や湿地帯の悪条件が重なり深刻な疫病が発生する。

§14.70.1τοιούτοις τοῦ Θεοδώρου χρησαμένου λόγοις, οἱ μὲν Συρακόσιοι μετέωροι ταῖς ψυχαῖς ἐγένοντο καὶ πρὸς τοὺς συμμάχους ἀπέβλεπον, Φαρακίδου δὲ τοῦ Λακεδαιμονίου ναυαρχοῦντος τῶν συμμάχων παρελθόντος ἐπὶ τὸ βῆμα, πάντες προσεδόκων ἀρχηγὸν ἔσεσθαι τῆς ἐλευθερίας.
テオドロスがこのような言葉で演説を行ったので、シラクサ人たちは期待で胸を高鳴らせ、同盟者たちの方に目を向けた。 そして、同盟軍の提督を務めるラケバイモン人ファラキダスが演壇に登ると、誰もが彼が自由の先導者となるであろうと期待した。
§14.70.2ὁ δὲ τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως ἔφησεν αὐτὸν ὑπὸ Λακεδαιμονίων ἀπεστάλθαι Συρακοσίοις καὶ Διονυσίῳ συμμαχεῖν πρὸς Καρχηδονίους, ἀλλʼ οὐ Διονυσίου τὴν ἀρχὴν καταλύειν.
しかし、彼は僭主と親密な関係にあったため、自分がラケバイモン人たちから派遣されたのは、シラクサ人およびディオニシオスと同盟してカルタゴ人と戦うためであり、ディオニシオスの支配を覆すためではないと語った。
παρὰ δὲ τὴν προσδοκίαν γενομένης τῆς ἀποφάσεως, οἱ μὲν μισθοφόροι συνέδραμον πρὸς τὸν Διονύσιον, οἱ δὲ Συρακόσιοι καταπλαγέντες τὴν ἡσυχίαν εἶχον, πολλὰ τοῖς Σπαρτιάταις καταρώμενοι·
この表明が予想に反してなされたため、傭兵たちはディオニシオスの周りに駆け集まり、一方でシラクサ人たちは驚愕して沈黙を守り、スパルタ人たちを激しく呪った。
§14.70.3καὶ γὰρ τὸ πρότερον Ἀρέτης ὁ Λακεδαιμόνιος ἀντιλαμβανόμενος αὐτῶν τῆς ἐλευθερίας ἐγένετο προδότης, καὶ τότε Φαρακίδας ἐνέστη ταῖς ὁρμαῖς τῶν Συρακοσίων.
というのも、以前にもラケバイモン人のアレテスが彼らの自由を擁護するふりをして裏切り者となったことがあり、そして今またファラキダスがシラクサ人たちの熱意を阻んだからである。
ὁ δὲ Διονύσιος τότε μὲν ἐγένετο περίφοβος καὶ διέλυσε τὴν ἐκκλησίαν, μετὰ δὲ ταῦτα φιλανθρώποις λόγοις χρησάμενος καθωμίλει τῷ πλήθει, καὶ τινὰς μὲν δωρεαῖς ἐτίμα, τινὰς δʼ ἐπὶ τὰ συσσίτια παρελάμβανε.
ディオニシオスはその時、大いに恐れて民会を解散したが、その後は親切な言葉を用いて群衆を懐柔し、ある者たちには贈り物を授けて称え、またある者たちを共同の食事に招いた。
§14.70.4Καρχηδονίοις δὲ μετὰ τὴν κατάληψιν τοῦ προαστείου καὶ τὴν σύλησιν τοῦ τε τῆς Δήμητρος καὶ Κόρης ἱεροῦ ἐνέπεσεν εἰς τὸ στράτευμα νόσος·
カルタゴ人においては、郊外の占領とデメテルおよびコレーの神殿の略奪の後、軍勢に疫病が発生した。
συνεπελάβετο δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ μυριάδας εἰς ταὐτὸ συναθροισθῆναι καὶ τὸ τῆς ὥρας εἶναι πρὸς τὰς νόσους ἐνεργότατον, ἔτι δὲ τὸ ἔχειν ἐκεῖνο τὸ θέρος καύματα παρηλλαγμένα.
そして、この神的な力による災いに、数万人が同じ場所に密集したこと、その季節が病気の発生に最も適していたこと、さらには、その夏が異常な暑さであったことが重なり、災難はいっそう悪化した。
§14.70.5ἔοικε δὲ καὶ ὁ τόπος αἴτιος γεγονέναι πρὸς τὴν ὑπερβολὴν τῆς συμφορᾶς·
また、その土地自体も災いの激化の一因となったようである。
καὶ γὰρ Ἀθηναῖοι πρότερον τὴν αὐτὴν ἔχοντες παρεμβολὴν πολλοὶ διεφθάρησαν ὑπὸ τῆς νόσου, ἑλώδους ὄντος τοῦ τόπου καὶ κοίλου.
かつてアテナイ人たちも、同じ場所に陣を張っていた際に、その場所が湿地帯であり窪地であったため、多くが疫病によって滅ぼされたからである。
§14.70.6πρῶτον μὲν πρὶν ἥλιον ἀνατεῖλαι διὰ τὴν ψυχρότητα τὴν ἐκ τῆς αὔρας τῶν ὑδάτων φρίκη κατεῖχε τὰ σώματα· κατὰ δὲ τὴν μεσημβρίαν ἡ θερμότης ἔπνιγεν, ὡς ἂν τοσούτου πλήθους ἐν στενῷ τόπῳ συνηθροισμένου.
第一に、日の出前には、水面からのそよ風による冷気のために悪寒が身体を襲ったが、昼時には、狭い場所にこれほど多くの群衆が密集しているだけに、暑さが人々を息詰まらせた。

語釈・文法注

  1. 14.70.1ἀρχηγὸν ἔσεσθαι — 未来不定詞 ἔσεσθαι の意味上の主語は、直前の属格独立句の主名詞である Φαρακίδου から導かれる対格(αὐτόν)が省略されたものである。
  2. 14.70.2τὰ πρὸς τὸν τύραννον ἔχων οἰκείως — 「ἔχω + 副詞 + πρός + 対格」の構文で、「〜に対して〜な関係(態度)にある」を意味する慣用表現。ここでは「僭主に対して親密な(好意的な)態度を保っている」の意。
  3. 14.70.4συνεπελάβετο δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ ... — 動詞 συνεπελάβετο(~を助長した、拍車をかけた)は、与格(τῇ ... συμφορᾷ)を支配し、その主語は後続する3つの冠詞付き不定詞句「τὸ ... συναθροισθῆναι」、「[τὸ] ... εἶναι」、「τὸ ἔχειν...」の並列である。
  4. 14.70.6ὡς ἂν τοσούτου πλήθους ἐν στενῷ τόπῳ συνηθροισμένου — ὡς ἄν に属格独立(分詞)が続くことで、条件的なニュアンス(もしそうであれば当然予想されるように)を含む比喩的あるいは推量的な理由を示している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.70.1-14.70.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.70.1-14.70.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。