Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.69.1-14.69.5

狄奥多鲁斯关于更换领袖与重获自由的演说

第 363 段,共 723 段 · 希腊语

内容简介

狄奥多鲁斯强烈谴责狄奥尼修斯的无能与不敬,敦促叙拉古人从公民、科林斯人或斯巴达人中选出新领袖,以此夺回自由。

§14.69.1ἀλλὰ τὸ μὲν Διονυσίου κατηγορεῖν ἐν Συρακοσίοις ἐπὶ πλεῖον οὐκ ἀναγκαῖον εἶναι νομίζω.
然而,我认为在叙拉古人面前对狄奥尼修斯进行更长篇大论的指责是没有必要的。
εἰ γὰρ οἱ διʼ αὐτῶν τῶν ἔργων ἀνήκεστα παθόντες οὐκ ἐγείρονται τοῖς θυμοῖς, ἦπου τοῖς λόγοις προαχθήσονται πρὸς τὴν κατὰ τούτου τιμωρίαν, καὶ ταῦτʼ ἰδόντες αὐτὸν πολίτην μὲν γεγονότα πονηρότατον, τύραννον δὲ πικρότατον, στρατηγὸν δὲ πάντων ἀγενέστατον;
因为,如果那些因实际遭遇而蒙受无可挽回的伤害的人都未能因愤怒而觉醒,他们又怎会因言语而被驱使去惩罚这个人呢? 更何况他们亲眼看见他成了最邪恶的公民、最残酷的僭主、以及所有人中最卑劣的将军。
§14.69.2ὁσάκις μὲν γὰρ σὺν τούτῳ παρεταξάμεθα, τοσαυτάκις ἡττήθημεν· νυνὶ δὲ καθʼ αὑτοὺς ὀλίγαις ναυσὶ τὴν πᾶσαν τῶν πολεμίων δύναμιν κατεναυμαχήσαμεν.
因为每次我们与他一同列阵作战,我们每次都战败了;但现在,我们靠自己用少数的船只,就在海战中击败了敌人的全部力量。
διόπερ ἕτερον ἡγεμόνα ζητητέον, ὅπως μὴ τὸν σεσυληκότα τοὺς τῶν θεῶν ναοὺς στρατηγὸν ἔχοντες ἐν τῷ πολέμῳ θεομαχῶμεν.
因此,我们必须寻找另一位领袖,免得我们带着掠夺了神明庙宇的人作为将军,在战争中与神明对抗。
§14.69.3φανερῶς γὰρ τὸ δαιμόνιον ἀντιπράττει τοῖς τὸν ἀσεβέστατον προχειρισαμένοις ἐπὶ τὴν ἡγεμονίαν.
因为神圣的力量显然是在反对那些推选了最不敬神之人来担任领导职务的人。
τὸ γὰρ μετὰ μὲν τούτου πάσας τὰς δυνάμεις ἡττῆσθαι, χωρὶς δὲ τούτου καὶ βραχὺ μέρος ἱκανὸν εἶναι καταπολεμῆσαι Καρχηδονίους, πῶς οὐ πᾶσιν ὁρατὴν ἔχει τὴν τῶν θεῶν ἐπιφάνειαν;
因为,与他同在时全部力量都会战败,而没有他时即使是极少的一部分力量也足以击败迦太基人,这难道不是向所有人显而易见地展示了神明的显圣吗?
§14.69.4διόπερ, ὦ ἄνδρες, ἐὰν μὲν ἑκὼν ἀποτίθηται τὴν ἀρχήν, ἐάσωμεν αὐτὸν ἀπαλλάττεσθαι μετὰ τῶν ἰδίων ἐκ τῆς πόλεως· ἐὰν δὲ μὴ βούληται, καιρὸν ἔχομεν κάλλιστον τὸν παρόντα πρὸς τὸ τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι.
因此,诸位,如果他自愿放弃权力,我们就允许他带着自己的亲信和财物离开这座城市;但如果他不肯,我们便拥有当前这个夺回自由的绝佳时机。
πάντες συνεληλύθαμεν, κύριοι τῶν ὅπλων ἐσμέν, συμμάχους ἔχομεν παρόντας οὐ μόνον τοὺς ἀπὸ τῆς Ἰταλίας Ἕλληνας, ἀλλὰ καὶ τοὺς ἀπὸ Πελοποννήσου.
我们全都聚集于此,手握武器,并且不仅有来自意大利的希腊人作为同盟者在场,还有来自伯罗奔尼撒的人。
§14.69.5τὴν δὲ ἡγεμονίαν δοτέον κατὰ τοὺς νόμους πολίταις ἢ τοῖς κατὰ τὴν μητρόπολιν οἰκοῦσι Κορινθίοις ἢ τοῖς ἀφηγουμένοις τῆς Ἑλλάδος Σπαρτιάταις.
至于领导权,应该依法赋予公民,或是赋予居住在母邦的科林斯人,再或是赋予领导着希腊的斯巴达人。

词汇与语法注释

  1. 14.69.1καὶ ταῦτʼ — 短语 `καὶ ταῦτα`(字面意思是“而且这些”)与分词 `ἰδόντες` 连用,表示“而且是在……的情况下”或“尤其是当……时”,强调伴随的情况或让步。
  2. 14.69.3τὸ γὰρ μετὰ μὲν τούτου πάσας τὰς δυνάμεις ἡττῆσθαι, χωρὶς δὲ τούτου καὶ βραχὺ μέρος ἱκανὸν εἶναι — 冠词限定的不定式从句(`τὸ ... ἡττῆσθαι` 和省略了冠词的 `[τὸ] ... εἶναι`)被置于句首,作为整个句子的主格主题。主谓部分 `πῶς οὐ ... ἔχει...` 以这两个不定式短语所表达的整件事实作为其未明示的主语或指代对象。
  3. 14.69.4καιρὸν ἔχομεν κάλλιστον τὸν παρόντα — 带有冠词的分词 `τὸν παρόντα` 修饰 `καιρόν` 并处于述语位置。其语法结构可理解为“我们拥有当前这时刻作为最绝佳的时机”,其中 `κάλλιστον` 起到述语性修饰语或宾语补足语的作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.69.1-14.69.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.69.1-14.69.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。