§14.7.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος ἐπειδὴ πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, περὶ τὴν ἀσφάλειαν τῆς τυραννίδος διενοεῖτο μᾶλλον γίνεσθαι· ὑπελάμβανε γὰρ τοὺς Συρακοσίους ἀπολελυμένους τοῦ πολέμου σχολὴν ἕξειν εἰς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι.
In Sicily, Dionysius, the tyrant of the Siceliots, after he had made peace with the Carthaginians, turned his thoughts to making the security of his tyranny more assured; for he suspected that the Syracusans, being relieved from the war, would find leisure to recover their freedom.
§14.7.2θεωρῶν δὲ τῆς πόλεως τὴν Νῆσον ὀχυρωτάτην οὖσαν καὶ δυναμένην ῥᾳδίως φυλάττεσθαι, ταύτην μὲν διῳκοδόμησεν ἀπὸ τῆς ἄλλης πόλεως τείχει πολυτελεῖ, καὶ πύργους ὑψηλοὺς καὶ πυκνοὺς ἐνῳκοδόμησε, καὶ πρὸ αὐτῆς χρηματιστήρια καὶ στοὰς δυναμένας ὄχλων ἐπιδέχεσθαι πλῆθος.
Seeing that the Island was the strongest part of the city and could easily be defended, he separated it from the rest of the city by a costly wall, and built high and closely set towers in it, and in front of it built market-places and colonnades capable of receiving a great multitude of the populace.
§14.7.3ᾠκοδόμησε δʼ ἐν αὐτῇ πολυτελῶς ὠχυρωμένην ἀκρόπολιν πρὸς τὰς αἰφνιδίους καταφυγάς, καὶ συμπεριέλαβε τῷ ταύτης τείχει τὰ πρὸς τῷ μικρῷ λιμένι τῷ Λακκίῳ καλουμένῳ νεώρια· ταῦτα δʼ ἑξήκοντα τριήρεις χωροῦντα πύλην εἶχε κλειομένην, διʼ ἧς κατὰ μίαν τῶν νεῶν εἰσπλεῖν συνέβαινεν.
He built within it a costly and fortified acropolis to serve as a place of sudden refuge, and enclosed within its wall the dockyards near the small harbor called Laccius; these dockyards, which could accommodate sixty triremes, had a gate that could be closed, through which the ships had to sail in one by one.
§14.7.4τῆς δὲ χώρας τὴν μὲν ἀρίστην ἐξελόμενος ἐδωρήσατο τοῖς τε φίλοις καὶ τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, τὴν δʼ ἄλλην ἐμέρισεν ἐπʼ ἴσης ξένῳ τε καὶ πολίτῃ, συμπεριλαβὼν τῷ τῶν πολιτῶν ὀνόματι τοὺς ἠλευθερωμένους δούλους, οὓς ἐκάλει νεοπολίτας.
Selecting the best part of the territory, he gave it as a gift to his friends and to those appointed to command, and the rest he divided equally between foreigner and citizen, including under the name of citizens the liberated slaves, whom he called Neopolitae.
§14.7.5διέδωκε δὲ καὶ τὰς οἰκίας τοῖς ὄχλοις πλὴν τῶν ἐν τῇ Νήσῳ· ταύτας δὲ τοῖς φίλοις καὶ τοῖς μισθοφόροις ἐδωρήσατο.
He also distributed the houses to the multitude, except those in the Island, which he gave as a gift to his friends and mercenaries.
ἐπεὶ δὲ τὰ κατὰ τὴν τυραννίδα καλῶς ἐδόκει διῳκηκέναι, τὴν δύναμιν ἐξήγαγεν ἐπὶ τοὺς Σικελούς, πάντας μὲν σπεύδων τοὺς αὐτονόμους ὑφʼ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις.
And when he seemed to have organized the affairs of his tyranny well, he led his force against the Sicels, striving to bring all the independent ones under his subjection, and especially these because they had previously allied themselves with the Carthaginians.
§14.7.6οὗτος μὲν οὖν ἐπὶ τὴν τῶν Ἑρβησσίνων πόλιν στρατεύσας τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
So he, having marched against the city of the Herbessinians, began preparing what was necessary for the siege.
οἱ δὲ συστρατευόμενοι Συρακόσιοι κύριοι τῶν ὅπλων ὄντες συστάσεις ἐποιοῦντο καὶ κατηγόρουν ἀλλήλων, ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου.
But the Syracusans who were serving with him, being masters of their weapons, began to hold meetings and accuse one another because they had not joined the cavalry in overthrowing the tyrant.
ὁ δὲ καθεσταμένος ὑπὸ τοῦ Διονυσίου τῶν στρατιωτῶν ἡγεμὼν τὸ μὲν πρῶτον ἠπείλησέ τινι τῶν παρρησιαζομένων, ἀντειπόντος δʼ ἐκείνου θρασέως ἐπῆλθεν ὡς πατάξων.
And the commander of the soldiers who had been appointed by Dionysius at first threatened one of those who spoke out, but when the man answered back boldly, he went towards him as if to strike him.
§14.7.7ἐφʼ ᾧ παροξυνθέντες οἱ στρατιῶται τὸν μὲν ἔπαρχον ὄνομα Δωρικὸν ἀπέκτειναν, τοὺς δὲ πολίτας βοῶντες ἐπὶ τὴν ἐλευθερίαν μετεπέμποντο τοὺς ἐκ τῆς Αἴτνης ἱππεῖς· οὗτοι γὰρ ἐν ἀρχῇ τῆς τυραννίδος ἐκπεπτωκότες ᾤκουν τοῦτο τὸ φρούριον.
Incensed at this, the soldiers killed the commander, whose name was Doricus, and calling upon the citizens to defend their freedom, they summoned the cavalry from Aetna; for these, having been banished at the beginning of the tyranny, were living in this fortress.