§14.7.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος ἐπειδὴ πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, περὶ τὴν ἀσφάλειαν τῆς τυραννίδος διενοεῖτο μᾶλλον γίνεσθαι·
シケリアにおいては、シケリアの僭主ディオニュシオスが、カルタゴ人と和平を結んだのち、みずからの僭主政の安全をいっそう確かなものにすることを考えていた。
ὑπελάμβανε γὰρ τοὺς Συρακοσίους ἀπολελυμένους τοῦ πολέμου σχολὴν ἕξειν εἰς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι.
というのも、シラクサ人が戦争から解放されたことで、自由を取り戻すための余暇を得るようになるだろうと推測したからである。
§14.7.2θεωρῶν δὲ τῆς πόλεως τὴν Νῆσον ὀχυρωτάτην οὖσαν καὶ δυναμένην ῥᾳδίως φυλάττεσθαι, ταύτην μὲν διῳκοδόμησεν ἀπὸ τῆς ἄλλης πόλεως τείχει πολυτελεῖ, καὶ πύργους ὑψηλοὺς καὶ πυκνοὺς ἐνῳκοδόμησε, καὶ πρὸ αὐτῆς χρηματιστήρια καὶ στοὰς δυναμένας ὄχλων ἐπιδέχεσθαι πλῆθος.
彼は、この市のうち『島』が最も堅固であり、容易に守備され得るものであることを見て取り、ここを豪華な城壁によって他の都市から切り離し、高くて密な塔をその中に建設した。 またその手前には、大勢の群衆を収容できる取引所や回廊を建てた。
§14.7.3ᾠκοδόμησε δʼ ἐν αὐτῇ πολυτελῶς ὠχυρωμένην ἀκρόπολιν πρὸς τὰς αἰφνιδίους καταφυγάς, καὶ συμπεριέλαβε τῷ ταύτης τείχει τὰ πρὸς τῷ μικρῷ λιμένι τῷ Λακκίῳ καλουμένῳ νεώρια·
彼はその島の中に、不意の避難に備えて豪華に防備されたアクロポリスを建設し、このアクロポリスの壁の中に『ラッキオス』と呼ばれる小港のそばにある船首群を取り込んだ。
ταῦτα δʼ ἑξήκοντα τριήρεις χωροῦντα πύλην εἶχε κλειομένην, διʼ ἧς κατὰ μίαν τῶν νεῶν εἰσπλεῖν συνέβαινεν.
この船首群は60隻の三段櫂船を収容でき、閉鎖できる門を備え、そこを通って船が一隻ずつ進入するようになっていた。
§14.7.4τῆς δὲ χώρας τὴν μὲν ἀρίστην ἐξελόμενος ἐδωρήσατο τοῖς τε φίλοις καὶ τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, τὴν δʼ ἄλλην ἐμέρισεν ἐπʼ ἴσης ξένῳ τε καὶ πολίτῃ, συμπεριλαβὼν τῷ τῶν πολιτῶν ὀνόματι τοὺς ἠλευθερωμένους δούλους, οὓς ἐκάλει νεοπολίτας.
彼は、領地のうち最も優れた土地を選び出して友人たちや指揮官たちに贈与し、残りの土地を外邦人と市民に等しく分配した。 その際、市民という名称の中に解放奴隷たちをも含め、彼らを『ネオポリタイ(新市民)』と呼んだ。
§14.7.5διέδωκε δὲ καὶ τὰς οἰκίας τοῖς ὄχλοις πλὴν τῶν ἐν τῇ Νήσῳ·
また、島の中にあるものを除いて、民衆に家々を分配した。
ταύτας δὲ τοῖς φίλοις καὶ τοῖς μισθοφόροις ἐδωρήσατο.
島の中の家々は友人たちと傭兵たちに贈与した。
ἐπεὶ δὲ τὰ κατὰ τὴν τυραννίδα καλῶς ἐδόκει διῳκηκέναι, τὴν δύναμιν ἐξήγαγεν ἐπὶ τοὺς Σικελούς, πάντας μὲν σπεύδων τοὺς αὐτονόμους ὑφʼ ἑαυτὸν ποιήσασθαι, μάλιστα δὲ τούτους διὰ τὸ συμμαχῆσαι πρότερον Καρχηδονίοις.
僭主政に関する事柄を立派に整え終えたと考えたとき、彼は軍勢を率いてシケロイ人に対して出陣した。 自立しているすべての者を自らの支配下に置こうと努めたが、特に彼らを標的としたのは、彼らが以前にカルタゴ人と同盟を結んでいたからであった。
§14.7.6οὗτος μὲν οὖν ἐπὶ τὴν τῶν Ἑρβησσίνων πόλιν στρατεύσας τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
こうして彼はヘルベッソス人の都市に対して進軍し、包囲戦の準備を整えていた。
οἱ δὲ συστρατευόμενοι Συρακόσιοι κύριοι τῶν ὅπλων ὄντες συστάσεις ἐποιοῦντο καὶ κατηγόρουν ἀλλήλων, ὅτι τοῖς ἱππεῦσιν οὐ συνεπελάβοντο τῆς καταλύσεως τῆς τοῦ τυράννου.
一方、従軍していたシラクサ人たちは、自ら武器を手にしていたため、集会を開いては、僭主を打倒する際に(以前に)騎兵たちに手を貸さなかったことについて互いを非難し合っていた。
ὁ δὲ καθεσταμένος ὑπὸ τοῦ Διονυσίου τῶν στρατιωτῶν ἡγεμὼν τὸ μὲν πρῶτον ἠπείλησέ τινι τῶν παρρησιαζομένων, ἀντειπόντος δʼ ἐκείνου θρασέως ἐπῆλθεν ὡς πατάξων.
他方、ディオニュシオスによって任命されていた兵士たちの指揮官は、最初は率直に不満を語る者のひとりを脅したが、その者が大胆に言い返すと、彼を殴ろうとして近寄っていった。
§14.7.7ἐφʼ ᾧ παροξυνθέντες οἱ στρατιῶται τὸν μὲν ἔπαρχον ὄνομα Δωρικὸν ἀπέκτειναν, τοὺς δὲ πολίτας βοῶντες ἐπὶ τὴν ἐλευθερίαν μετεπέμποντο τοὺς ἐκ τῆς Αἴτνης ἱππεῖς·
これに激怒した兵士たちは、ドリコスという名のその指揮官を殺害し、市民たちを自由に向けて大声で呼び集めながら、エトナから騎兵たちを呼び寄せた。
οὗτοι γὰρ ἐν ἀρχῇ τῆς τυραννίδος ἐκπεπτωκότες ᾤκουν τοῦτο τὸ φρούριον.
というのも、彼らは僭主政の始まりの時に追放され、この砦に住んでいたからである。