Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.67.1-14.67.4

先祖功业与推翻狄奥尼修斯的号召

第 361 段,共 723 段 · 希腊语

内容简介

狄奥多鲁斯举出叙拉古人曾击败雅典等强敌并捍卫自由的历史先例,批评了目前顺从狄奥尼修斯命令的现状,并呼吁人们在手握武器的当下应当站起来反抗。

§14.67.1καὶ ποῦ τὸ φιλελεύθερον τῶν Συρακοσίων;
叙拉古人热爱自由的气魄如今在何处?
ποῦ δʼ αἱ τῶν προγόνων πράξεις;
先祖们的丰功伟绩又在何处?
ἐῶ τὰς ἐφʼ Ἱμέρᾳ τριάκοντα μυριάδας ἄρδην ἀναιρεθείσας Καρχηδονίων, παρίημι τὴν τῶν μετὰ Γέλωνα τυράννων κατάλυσιν· ἀλλʼ ἐχθὲς καὶ πρῴην, Ἀθηναίων τηλικαύταις δυνάμεσιν ἐπὶ Συρακούσας στρατευσάντων, οἱ πατέρες ἡμῶν οὐδὲ τὸν ἀπαγγελοῦντα τὴν συμφορὰν ἀπέλιπον.
我且不提在希梅拉被彻底消灭的三十万迦太基大军,也略过推翻盖隆之后僭主统治的伟业;但就在不久前,当雅典人以如此庞大的兵力远征叙拉古时,我们的父辈甚至没有留下一个回去报告惨败消息的人。
§14.67.2ἡμεῖς δὲ τηλικαῦτʼ ἔχοντες πατέρων παραδείγματʼ ἀρετῆς, τοῦ Διονυσίου προστάγμασιν ὑπακούομεν, καὶ ταῦτα τῶν ὅπλων ὄντες κύριοι;
然而我们拥有父辈如此伟大的卓越榜样,却还要听从狄奥尼修斯的命令,而且是在我们掌控着武器的时候吗?
θεῶν γάρ τις πρόνοια μετὰ τῶν συμμάχων ἐν τοῖς ὅπλοις ἡμᾶς συνήγαγε πρὸς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι, καὶ πάρεστι τήμερον ἄνδρας ἀγαθοὺς γενομένους καὶ συμφρονήσαντας ἀπαλλαγῆναι τῆς βαρείας ἀνάγκης.
因为神明的某种庇佑已将手握武器的我们与盟友聚集在一起,以夺回自由,而今天,只要我们展现勇气、齐心协力,就有可能摆脱这沉重的束缚。
§14.67.3τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον παρωπλισμένοι καὶ ἔρημοι συμμάχων ὄντες, τῷ δὲ τῶν μισθοφόρων πλήθει τηρούμενοι, σχεδὸν εἴκομεν τῷ τῆς ἀνάγκης καιρῷ· νῦν δὲ τῶν ὅπλων κυριεύοντες καὶ τοὺς συμμάχους ἅμα βοηθοὺς καὶ θεατὰς ἔχοντες τῆς ἀρετῆς, μὴ παραχωρήσωμεν ἀλλὰ ποιήσωμεν φανερόν, ὡς διὰ καιρόν, οὐ διʼ ἀνανδρίαν ὑπεμείναμεν δουλεύειν.
因为在过去,我们被解除武装,没有盟友,并受到大批雇佣兵的监视,几乎是屈服于形势的逼迫;但现在,既然我们掌控着武器,并让盟友同时作为我们卓越的帮手和见证者,我们就绝不能退缩,而是要表明,我们过去忍受奴役是由于形势所迫,而非因为懦弱。
§14.67.4οὐκ αἰσχυνόμεθα τῶν πολέμων ἔχοντες ἡγεμόνα τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα, καὶ τηλικούτων πραγμάτων ποιοῦντες προστάτην, ᾧ βίον ἰδιωτικὸν οὐδεὶς ἂν εὖ φρονῶν διοικεῖν ἐπιτρέψειεν;
难道我们不感到羞耻吗——让一个掠夺了城内神庙的人担任我们战争的领袖,并让一个任何心智健全的人都不会托付其管理私人生活的人,来担当如此重大事务的保护者?
καὶ τῶν ἄλλων ἐν τοῖς πολέμοις μάλιστα τηρούντων τὰ πρὸς τοὺς θεοὺς ὅσια διὰ τὸ μέγεθος τῶν κινδύνων, ἡμεῖς τὸν ἐπʼ ἀσεβείᾳ διωνομασμένον ἐλπίζομεν καταλύσειν τὸν πόλεμον;
在战争中,其他人由于面临巨大的危险,都会极力遵守对神明的虔敬义务,而我们难道还期望一个以不敬神而恶名昭彰的人来结束战争吗?

词汇与语法注释

  1. 14.67.1ἐῶ — 修辞学上的“假省法”(paraleipsis),说话者声称不提及或略过重要的事实(如在希梅拉被歼灭的三十万卡尔塔戈军队),而实际上正是通过这种方式来强调这些事实。后面的动词 `παρίημι` 也具有同样的作用。
  2. 14.67.2καὶ ταῦτα — 与分词(`ὄντες`)连用,表示让步或对比,意为“而且是在……的情况下”或“更何况是在……时”。它强调了在自己掌控武器的情况下却服从狄奥尼修斯命令这一矛盾。
  3. 14.67.2πάρεστι — 作为无人称动词使用,意为“……是可能的”或“有……的机会”。不定式 `ἀπαλλαγῆναι`(摆脱)的逻辑主语由前面的宾格分词短语 `ἄνδρας ἀγαθοὺς γενομένους καὶ συμφρονήσαντας`(成为勇士并齐心协力的人[即我们])来表示。
  4. 14.67.4αἰσχυνόμεθα — 动词 `αἰσχύνομαι` 伴随不定式时意为“耻于做某事(而不敢做)”,而伴随分词(此处为 `ἔχοντες` 和 `ποιοῦντες`)时,则表示“为正在做某事而感到羞耻”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.67.1-14.67.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.67.1-14.67.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。