§14.67.1καὶ ποῦ τὸ φιλελεύθερον τῶν Συρακοσίων;
シラクサ人の自由を愛する気風はどこへ行ったのか。
ποῦ δʼ αἱ τῶν προγόνων πράξεις;
先祖たちの偉業はどこへ行ったのか。
ἐῶ τὰς ἐφʼ Ἱμέρᾳ τριάκοντα μυριάδας ἄρδην ἀναιρεθείσας Καρχηδονίων, παρίημι τὴν τῶν μετὰ Γέλωνα τυράννων κατάλυσιν·
ヒメラにおいて完全に滅ぼされた三十万のカルタゴ軍については言わずにおこう。 ゲロンの後の僭主たちの打倒のことも、不問に付そう。
ἀλλʼ ἐχθὲς καὶ πρῴην, Ἀθηναίων τηλικαύταις δυνάμεσιν ἐπὶ Συρακούσας στρατευσάντων, οἱ πατέρες ἡμῶν οὐδὲ τὸν ἀπαγγελοῦντα τὴν συμφορὰν ἀπέλιπον.
だが、つい先日のこと、アテナイ人がこれほど大規模な軍勢でシラクサに遠征してきたとき、我々の父祖たちは、その惨難をアテナイに伝える者さえも残さなかったではないか。
§14.67.2ἡμεῖς δὲ τηλικαῦτʼ ἔχοντες πατέρων παραδείγματʼ ἀρετῆς, τοῦ Διονυσίου προστάγμασιν ὑπακούομεν, καὶ ταῦτα τῶν ὅπλων ὄντες κύριοι;
それなのに私たちは、これほど偉大な父祖たちの卓越性の模範を持ちながら、ディオニシオスの命令に従うというのか。 しかも、自分たちが武器を手にしているというのに。
θεῶν γάρ τις πρόνοια μετὰ τῶν συμμάχων ἐν τοῖς ὅπλοις ἡμᾶς συνήγαγε πρὸς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι, καὶ πάρεστι τήμερον ἄνδρας ἀγαθοὺς γενομένους καὶ συμφρονήσαντας ἀπαλλαγῆναι τῆς βαρείας ἀνάγκης.
なぜなら、神々のある配慮が、同盟者たちとともに、武器を手にした我々を、自由を取り戻すために一堂に集めてくださったからであり、今日、我々が勇気を示し、心を一つにすることで、この過酷な強制から脱することが可能になっているからである。
§14.67.3τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον παρωπλισμένοι καὶ ἔρημοι συμμάχων ὄντες, τῷ δὲ τῶν μισθοφόρων πλήθει τηρούμενοι, σχεδὸν εἴκομεν τῷ τῆς ἀνάγκης καιρῷ·
というのも、これまでの間は、武器を奪われ、同盟者もなく、多数の傭兵たちに監視されていたため、我々は言わばやむにやまれぬ状況に屈していた。
νῦν δὲ τῶν ὅπλων κυριεύοντες καὶ τοὺς συμμάχους ἅμα βοηθοὺς καὶ θεατὰς ἔχοντες τῆς ἀρετῆς, μὴ παραχωρήσωμεν ἀλλὰ ποιήσωμεν φανερόν, ὡς διὰ καιρόν, οὐ διʼ ἀνανδρίαν ὑπεμείναμεν δουλεύειν.
しかし今や、武器を手中に収め、同盟者たちを我々の卓越性の助っ人とし、かつ目撃者として得ているのだから、引き下がってはならない。 むしろ、我々が奴隷状態に甘んじてきたのは時勢のせいであって、意気地がなかったからではないということを、はっきりと示そうではないか。
§14.67.4οὐκ αἰσχυνόμεθα τῶν πολέμων ἔχοντες ἡγεμόνα τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα, καὶ τηλικούτων πραγμάτων ποιοῦντες προστάτην, ᾧ βίον ἰδιωτικὸν οὐδεὶς ἂν εὖ φρονῶν διοικεῖν ἐπιτρέψειεν;
市内の神殿を略奪した者を戦争の指導者として戴いていることを、そして、正気の人なら誰も私的な生活の管理さえ任せないであろうような男を、これほど重大な事柄の守護者に据えていることを、我々は恥じないのだろうか。
καὶ τῶν ἄλλων ἐν τοῖς πολέμοις μάλιστα τηρούντων τὰ πρὸς τοὺς θεοὺς ὅσια διὰ τὸ μέγεθος τῶν κινδύνων, ἡμεῖς τὸν ἐπʼ ἀσεβείᾳ διωνομασμένον ἐλπίζομεν καταλύσειν τὸν πόλεμον;
他の人々が戦争においては危険の大きさゆえに神々に対する敬虔な義務を何よりも守るというのに、我々は、不敬虔によって悪名高いその男が戦争を終結させてくれると期待しているのだろうか。