§14.66.1οὐ γὰρ δήπουθεν ἀξιώσαι τις ἂν παραβάλλειν Διονύσιον τῷ παλαιῷ Γέλωνι.
因为想必没有人会认为可以将狄奥尼修斯与古时的盖隆相提并论。
ἐκεῖνος μὲν γὰρ μετὰ τῆς ἰδίας ἀρετῆς, μετὰ τῶν Συρακοσίων καὶ τῶν ἄλλων Σικελιωτῶν ἠλευθέρωσε τὴν Σικελίαν ἅπασαν, ὁ δʼ ἐν ἐλευθερίᾳ παραλαβὼν τὰς πόλεις τῶν μὲν ἄλλων ἁπασῶν κυρίους πεποίηκε τοὺς πολεμίους, αὐτὸς δὲ τὴν πατρίδα καταδεδούλωται.
盖隆凭着自身的卓越,并与叙拉古人及其他西西里希腊人一起,解放了整个西西里;而此人继承了处于自由之中的诸城市,却让敌人成了所有其他城市的领主,自己则奴役了祖国。
§14.66.2κἀκεῖνος μὲν πολὺ πρὸ τῆς Σικελίας ἀγωνισάμενος τοὺς ἐν ταῖς πόλεσιν ὄντας συμμάχους οὐδὲ ἰδεῖν τοὺς πολεμίους ἐποίησεν, ὁ δʼ ἀπὸ Μοτύης διὰ πάσης τῆς νήσου φυγὼν συγκέκλεικεν ἑαυτὸν ἐντὸς τῶν τειχῶν, πρὸς μὲν τοὺς πολίτας θρασυνόμενος, τοὺς δὲ πολεμίους οὐδὲ κατʼ ὄψιν ἰδεῖν ὑπομένων.
盖隆因在西西里以外的遥远前方作战,使得城内的盟友连敌人的影子都未曾见到;而此人却从摩堤亚穿过整个岛屿逃跑,将自己禁闭在城墙之内,对市民表现得不可一世,对敌人却连面都不敢见。
§14.66.3τοιγαροῦν ἐκεῖνος μὲν διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν πράξεων οὐ μόνον τῶν Συρακοσίων, ἀλλὰ καὶ τῶν Σικελιωτῶν ἑκουσίων παρέλαβε τὴν ἡγεμονίαν, ὁ δʼ ἐπʼ ὀλέθρῳ μὲν τῶν συμμάχων, ἐπὶ δουλείᾳ δὲ τῶν πολιτῶν στρατηγήσας, πῶς οὐκ ἂν δικαίως ὑπὸ πάντων μισοῖτο;
因此,盖隆因其卓越和伟大的功绩,不仅获得了叙拉古人的领导权,也让西西里希腊人在自愿的情况下交出领导权;而此人担任将军,却带来了盟友的毁灭和市民的奴役,怎能不理所当然地被万民所憎恨?
οὐ γὰρ μόνον ἡγεμονίας ἀνάξιος, ἀλλὰ καὶ μυρίων θανάτων τυχεῖν δίκαιος.
他不仅不配拥有领导权,而且理应万死。
§14.66.4Γέλα καὶ Καμάρινα διὰ τοῦτον κατεστράφησαν, Μεσσήνη ἄρδην ἀνῄρηται, κατὰ ναυμαχίαν δισμύριοι τῶν συμμάχων ἀπολώλασι, τὸ σύνολον εἰς μίαν κατακεκλείσμεθα πόλιν, τῶν κατὰ Σικελίαν Ἑλληνίδων πασῶν ἀνῃρημένων.
吉拉和卡马里纳因这个人而遭摧毁,墨塞涅被彻底消灭,在海战中两万盟友丧生;总之,在西西里的所有希腊城市被消灭后,我们被困在了唯一的一座城市里。
πρὸς γὰρ τοῖς ἄλλοις ἀδικήμασι Μάξον καὶ Κατάνην ἐξηνδραποδίσατο, πόλεις συμμαχίδας, ἐπικαίρους πόλεις, ἄρδην ἀνῄρηκεν.
因为除了其他罪行外,他还奴役并彻底摧毁了纳克索斯和卡塔奈,这些都是同盟城市且地理位置关键。
§14.66.5καὶ πρὸς μὲν Καρχηδονίους δύο μάχας ἐνστησάμενος ἐν ἑκατέραις ἥττηται, παρὰ δὲ τοῖς πολίταις πιστευθεὶς ἅπαξ στρατηγίας εὐθέως ἀφείλετο τὴν ἐλευθερίαν, φονεύων μὲν τοὺς παρρησίαν ἄγοντας ὑπὲρ τῶν νόμων, φυγαδεύων δὲ τοὺς ταῖς οὐσίαις προέχοντας, καὶ τὰς μὲν τῶν φυγάδων γυναῖκας οἰκέταις καὶ μιγάσιν ἀνθρώποις συνοικίζων, τῶν δὲ πολιτικῶν ὅπλων βαρβάρους καὶ ξένους ποιῶν κυρίους.
在与迦太基人进行的两场战役中,他在两场中都落败;而另一方面,一旦被市民信任而授予将军之职,他便立即夺走了他们的自由,屠杀那些为法律坦白直言的人,驱逐那些财富显赫的人,将流亡者的妻子嫁给奴隶和混杂之人,并让蛮族和外邦人掌控市民的武器。
καὶ ταῦτʼ ἔπραξεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες, ὑπηρέτης ἀρχείων, ἀπεγνωσμένος ἄνθρωπος.
噢,宙斯和诸神啊,干出这些勾当的,竟然曾是一个机关的下属办事员,一个铤而走险的无耻之徒!