§14.68.1καίτοι γε εἴ τις βούλεται τἀκριβὲς ζητεῖν, εὑρήσει Διονύσιον οὐχ ἧττον τοῦ πολέμου τὴν εἰρήνην εὐλαβούμενον.
然而,若有人企图探求事实真相,便会发现狄奥尼修斯防范和平并不亚于防范战争。
νῦν μὲν γὰρ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον νομίζει τοὺς Συρακοσίους μηθὲν ἐπιχειρήσειν κατʼ αὐτοῦ πρᾶξαι, καταπονηθέντων δὲ τῶν Καρχηδονίων ἀντιλήψεσθαι τῆς ἐλευθερίας, τῶν μὲν ὅπλων κυριεύοντας, διὰ δὲ τὰς πράξεις πεφρονηματισμένους.
因为在目前,由于对敌人的恐惧,他认为叙拉古人绝不敢对他采取任何行动;但若迦太基人被击败,叙拉古人就会夺回自由,因为那时他们掌控着武器,并因自己的功绩而意气风发。
§14.68.2διὰ τοῦτο γάρ, οἶμαι, κατὰ μὲν τὸν πρῶτον πόλεμον προδοὺς Γέλαν καὶ Καμάριναν ταύτας ἀοικήτους ἐποίησεν, ἐν δὲ ταῖς συνθήκαις ἐκδότους τὰς πλείστας, Ἑλληνίδας πόλεις συνέθετο.
我想,正是因为这个原因,在第一次战争中,他背叛了杰拉和卡马里纳,使这些城市变得无人居住,并在条约中同意割让大多数希腊城市。
§14.68.3μετὰ δὲ ταῦτʼ ἐν εἰρήνῃ Νάξον καὶ Κατάνην παρασπονδῶν ἐξανδραποδισάμενος ἣν μὲν κατέσκαψεν, ἣν δὲ τοῖς ἐξ Ἰταλίας Καμπανοῖς οἰκητήριον ἔδωκεν.
在此之后,在和平时期,他违背誓约,奴役了纳克索斯和卡塔奈,摧毁了前者,而将后者作为居住地送给了来自意大利的坎帕尼亚人。
§14.68.4ἐπειδὴ δὲ ἐκείνων ἀπολομένων οἱ περιλειφθέντες πολλάκις ἐπεβάλοντο καταλῦσαι τὴν τυραννίδα, πάλιν τοῖς Καρχηδονίοις πόλεμον κατήγγειλεν· οὐ γὰρ οὕτως εὐλαβεῖτο λῦσαι τὰς συνθήκας παρὰ τοὺς ὅρκους, ὡς ἐφοβεῖτο τὰ περιλελειμμένα συστήματα τῶν Σικελιωτῶν.
可是,在那些城市毁灭之后,幸存下来的人屡次企图推翻僭主统治,于是他再次向迦太基人宣战;因为他并不那么防范违背誓言撕毁条约,而是害怕西西里人幸存下来的联合力量。
καὶ δὴ φαίνεται διὰ παντὸς ἐπηγρυπνηκὼς τῇ τούτων ἀπωλείᾳ.
事实上,他似乎始终在警惕着如何消灭这些人。
§14.68.5καὶ πρῶτον μὲν περὶ Πάνορμον δυνάμενος παρατάξασθαι τοῖς πολεμίοις, ἀποβαινόντων ἐκ τῶν νεῶν καὶ τὰ σώματα κακῶς ἐχόντων διὰ τὸν σάλον, οὐκ ἠβουλήθη· μετὰ δὲ ταῦτα τὴν Μεσσήνην ἐπίκαιρον καὶ τηλικαύτην πόλιν ἀβοήθητον περιιδὼν εἴασε κατασκαφῆναι, ὅπως μὴ μόνον ὡς πλεῖστοι διαφθείρωνται τῶν Σικελιωτῶν, ἀλλὰ καὶ Καρχηδόνιοι τὰς ἐξ Ἰταλίας βοηθείας καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐμφράξωσιν.
首先,在帕诺尔穆斯附近,当敌军从船上登岸,且因风浪颠簸而身体状况极差时,他本可以整队迎战,却不愿这样做;在此之后,他坐视要塞般如此庞大的梅塞内城无援,任其被彻底摧毁,这不仅是为了让尽可能多的西西里人丧生,也是为了让迦太基人能够阻断来自意大利的援助和来自伯罗奔尼撒的舰队。
§14.68.6τὸ δὲ τελευταῖον ἐν τῷ Καταναίων αἰγιαλῷ διηγωνίσατο, παρεὶς πρὸς τῇ πόλει τὴν μάχην συστήσασθαι πρὸς τὸ τοὺς ἐλαττουμένους καταφεύγειν εἰς τοὺς οἰκείους λιμένας.
最后,他在卡塔奈海岸进行了交战,放弃了在城外组织战斗的机会,而这一机会原本可以让败退者逃入本方的港口。
μετὰ δὲ τὴν ναυμαχίαν, μεγάλων πνευμάτων ἐπιγενομένων καὶ τῶν Καρχηδονίων ἀναγκασθέντων νεωλκῆσαι τὸν στόλον, καιρὸν εἶχε τοῦ νικᾶν κάλλιστον· §14.68.7τὸ μὲν γὰρ πεζὸν στράτευμα τῶν πολεμίων οὔπω κατηντηκὸς ἦν, τὸ δὲ μέγεθος τοῦ χειμῶνος ἐπὶ τὸν αἰγιαλὸν αὐτοῖς τὰς ναῦς ἐξέβραττεν.
但在海战之后,狂风大作,迦太基人被迫将舰队拖上岸,他原本迎来了取得胜利的绝佳时机;因为敌人的陆军尚未到达,而风暴的猛烈将他们的船只冲上了海岸。
τότε συνεπιθεμένων ἡμῶν πεζῇ πάντων ἠναγκάσθησαν ἂν ἀποβαίνοντες ἁλίσκεσθαι ῥᾳδίως ἢ πρὸς τὰ κύματα βιαζόμενοι τὸν αἰγιαλὸν πληρῶσαι ναυαγίων.
当时如果我们在陆路上发起协同进攻,他们要么在登岸时被轻易俘获,要么在与风浪搏斗时让海岸塞满沉船的残骸。