Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.65.1-14.65.4

狄奥多罗斯谴责狄奥尼修斯暴政与呼吁自由

第 359 段,共 723 段 · 希腊语

内容简介

狄奥多罗斯在公民大会上发表演说,谴责狄奥尼修斯的暴政比敌国迦太基的统治更为残酷。他呼吁公民们行动起来,推翻城墙内的僭主以夺回自由。

§14.65.1εἰ καί τινα προσέψευσται Διονύσιος, τό γε ῥηθὲν ὑπʼ αὐτοῦ τὸ τελευταῖον ἀληθὲς ἦν, ὅτι ταχέως καταλύσει τὸν πόλεμον.
即使狄奥尼修斯撒过一些谎,但他最后说的话绝对是真的,那就是他将迅速结束战争。
τοῦτο δὲ πρᾶξαι δύναιτʼ ἂν οὐκ αὐτὸς ἀφηγούμενος, ἥττηται γὰρ πολλάκις, ἀλλὰ τὴν πάτριον ἐλευθερίαν ἀποδοὺς τοῖς πολίταις.
但他能做到这一点,并非通过他自己来领导——因为他已经屡次战败——而是通过将祖传的自由归还给公民们。
§14.65.2νῦν μὲν γὰρ οὐδεὶς ἡμῶν προθύμως ὑπομένει τοὺς κινδύνους, ὅταν ἡ νίκη μηδὲν ἧττον ᾖ τῆς ἥττης· λειφθέντας γὰρ Καρχηδονίοις δεήσει ποιεῖν τὸ προσταττόμενον, νικήσαντας δὲ Διονύσιον ἔχειν βαρύτερον ἐκείνων δεσπότην.
因为现在,当胜利并不亚于失败时,我们中没有人愿意甘冒危险;因为若被迦太基人击败,我们就必须听从其命令;而若获得胜利,我们则要面对比他们更为残酷的主子狄奥尼修斯。
Καρχηδόνιοι μὲν γάρ, κἂν πολέμῳ κρατήσωσι, φόρον ὡρισμένον λαβόντες οὐκ ἂν ἡμᾶς ἐκώλυσαν τοῖς πατρίοις νόμοις διοικεῖν τὴν πόλιν· οὗτος δὲ τὰ μὲν ἱερὰ συλήσας, τοὺς δὲ τῶν ἰδιωτῶν πλούτους ἅμα ταῖς τῶν κεκτημένων ψυχαῖς ἀφελόμενος, τοὺς οἰκέτας μισθοδοτεῖ κατὰ τῆς τῶν δεσποτῶν δουλείας· καὶ τὰ συμβαίνοντα κατὰ τὰς τῶν πόλεων ἁλώσεις δεινά, ταῦτʼ ἐν εἰρήνῃ πράττων καταλύσειν ἐπαγγέλλεται τὸν πρὸς Καρχηδονίους πόλεμον.
因为迦太基人即使在战争中获胜,在收取了固定的岁贡后,也不会阻碍我们按照祖传的法律治理城市;而这个人,不仅掠夺神庙,夺走私人的财富乃至其所有者的生命,还给奴隶发放军饷,以此来奴役其主人;他甚至在和平时期干着城陷时才会发生的暴行,却许诺要结束与迦太基人的战争。
§14.65.3ἡμῖν δʼ, ὦ ἄνδρες, οὐχ ἧττον τοῦ Φοινικικοῦ πολέμου καταλυτέον ἐστὶ τὸν ἐντὸς τοῦ τείχους τύραννον.
诸位,对我们来说,摧毁城墙内的僭主,并不亚于结束与腓尼基人的战争。
ἡ μὲν γὰρ ἀκρόπολις δούλων ὅπλοις τηρουμένη κατὰ τῆς πόλεως ἐπιτετείχισται, τὸ δὲ τῶν μισθοφόρων πλῆθος ἐπὶ δουλείᾳ τῶν Συρακοσίων ἤθροισται.
因为由奴隶的武器守护的卫城已被建成了针对本市的要塞,而雇佣军的人群也是为了奴役叙拉古人而聚集起来的。
καὶ κρατεῖ τῆς πόλεως οὐκ ἐπʼ ἴσης βραβεύων τὸ δίκαιον, ἀλλὰ μόναρχος πλεονεξίᾳ κρίνων πράττειν πάντα.
他统治着城市,不是平等地裁决公正,而是作为一个凭贪欲决定一切的独裁者。
καὶ νῦν μὲν οἱ πολέμιοι βραχὺ μέρος ἔχουσι τῆς χώρας, Διονύσιος δὲ πᾶσαν ποιήσας ἀνάστατον τοῖς τὴν τυραννίδα συναύξουσιν ἐδωρήσατο.
如今,敌人只占领了领土的一小部分,而狄奥尼修斯却将整片土地劫掠一空,并将其赠送给那些协助他扩张僭主统治的人。
§14.65.4μέχρι τίνος οὖν καρτερήσομεν ταῦτα πάσχοντες, ὑπὲρ ὧν οἱ ἀγαθοὶ χάριν τοῦ μὴ λαβεῖν πεῖραν ἀποθνήσκειν ὑπομένουσιν;
那么,我们还要忍受这些痛苦到什么时候呢? 要知道,为了免于遭受这些,高尚的人宁愿选择死亡。
καὶ πρὸς μὲν Καρχηδονίους ἀγωνιζόμενοι τοὺς ἐσχάτους κινδύνους εὐψύχως ὑπομένομεν, πρὸσδὲ πικρὸν τύραννον ὑπὲρ ἐλευθερίας καὶ περὶ πατρίδος οὐδὲ λόγῳ παρρησίαν ἔτι ἄγειν τολμῶμεν· καὶ ταῖς μὲν τοσαύταις μυριάσι τῶν πολεμίων ἀντιταττόμεθα, μόναρχον δὲ οὐδʼ ἀνδραπόδου γενναίου τὴν ἀρετὴν ἔχοντα πεφρίκαμεν.
在与迦太基人作战时,我们英勇地忍受着极端的危险;但面对一个残酷的僭主,为了自由和祖国,我们竟然连在言语上保持坦白直言的勇气都没有;我们能对抗敌人那成千上万的大军,却在一个连高尚奴隶的品格都不具备的独裁者面前瑟瑟发抖。

词汇与语法注释

  1. 14.65.1ἀφηγούμενος — 修饰可能祈愿语气 δύναιτʼ 推进的方式或手段分词。其主语是狄奥尼修斯。在 οὐκ ... ἀλλὰ ...(不是……而是……)的对比结构中,ἀφηγούμενος 与 ἀποδούς 并列,分别表示被否定和被肯定的手段。
  2. 14.65.2λειφθέντας — 动词 λείπω(被留下、战败)的无定过去时被动分词,阳性复数宾格。它与无人称动词 δεήσει 意念上的主语(省略的宾格 ἡμᾶς,即“我们”)在性、数、格上一致,表条件(“如果我们战败”)。紧随其后的 νικήσαντας(如果获胜)也是一个表条件的宾格分词。
  3. 14.65.2κἂν πολέμῳ κρατήσωσι ... οὐκ ἂν ἡμᾶς ἐκώλυσαν — 这是一个混合条件句:条件从句由 κἂν(即 καὶ ἐάν)加虚拟语气引导(表示对未来的假设),而主句则是 ἂν 加直说语气无定过去时(表示与过去事实相反的推论)。这表达了“即使他们真的在战争中获胜,也不会阻碍我们……”的语义。
  4. 14.65.4ὑπὲρ ὧν ... ἀποθνήσκειν ὑπομένουσιν — ὧν 是属格关系代词,先行词为 ταῦτα。由于关系从句中的 πεῖραν λαβεῖν(体验、尝试)要求属格支配(即 πεῖράν τινος λαμβάνειν),该关系代词被同化为属格,或者它是作为介词 ὑπέρ(在此处意为“为了避免”或“关于”)的宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.65.1-14.65.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.65.1-14.65.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。