Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.64.1-14.64.5

叙拉古人的海战大捷与狄奥多罗斯的演说

第 358 段,共 723 段 · 希腊语

内容简介

在狄奥尼修斯不在期间,叙拉古人俘获了迦太基船只,并在随后的海战中取得大胜。这次胜利激发了公民们推翻僭主的愿望;在返航的狄奥尼修斯召集的公民大会上,狄奥多罗斯站起来为自由发声。

§14.64.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν καὶ Λεπτίνης μετὰ μακρῶν νεῶν ἐξέπλεον ἀγορὰν βουλόμενοι παρακομίσαι, οἱ δὲ Συρακόσιοι καθʼ αὑτούς τε γενόμενοι καὶ κατὰ τύχην ἰδόντες σιτηγὸν πλοῖον προσφερόμενον, πέντε ναυσὶν ἐπέπλευσαν αὐτῷ, καὶ κατακυριεύσαντες κατῆγον εἰς τὴν πόλιν.
此后,狄奥尼修斯和莱普提涅斯率领战船出海,企图运送粮食;而叙拉古人只剩自己时,碰巧看见一艘运粮船驶来,便用五艘船向它驶去,将其俘获并拖回城内。
§14.64.2τῶν δὲ Καρχηδονίων ἐπʼ αὐτοὺς ἀναχθέντων τετταράκοντα ναυσίν, οἱ Συρακόσιοι πάσας ἐπλήρωσαν τὰς ναῦς, καὶ ναυμαχήσαντες τῆς τε στρατηγίδος νεὼς ἐκυρίευσαν καὶ τῶν ἄλλων εἴκοσι καὶ τέτταρας διέφθειραν· καταδιώξαντες δὲ τὰς φευγούσας μέχρι τοῦ ναυστάθμου τῶν πολεμίων, προεκαλοῦντο τοὺς Καρχηδονίους εἰς ναυμαχίαν.
\n 当迦太基人率四十艘战船向他们驶来时,叙拉古人装满了所有船只的兵员,并进行了一场海战,俘获了旗舰,并摧毁了其余船只中的二十四艘;他们将逃跑的敌船一直追击到敌人的军港,并向迦太基人挑战海战。
§14.64.3ἐκεῖνοι μὲν οὖν διὰ τὸ παράδοξον τεταραγμένοι ἡσυχίαν ἔσχον, οἱ δὲ Συρακόσιοι τὰς αἰχμαλώτους ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν.
\n 于是,迦太基人因这意想不到的事态陷入混乱,保持着沉默,而叙拉古人则拖着俘获的船只回到了城里。
μετεωρισθέντες δὲ τῷ προτερήματι, καὶ διαλογιζόμενοι τὸν μὲν Διονύσιον πλεονάκις ἡττημένον, αὑτοὺς δὲ χωρὶς ἐκείνου νενικηκότας Καρχηδονίους, φρονήματος ἐπληροῦντο.
他们因这次胜利而意气风发,想到狄奥尼修斯曾屡次战败,而他们没有他却战胜了迦太基人,便充满了自豪感。
§14.64.4ἀθροιζόμενοι δὲ διελάλουν, ὅτι περιορῶσιν αὑτοὺς δουλεύοντας Διονυσίῳ, καὶ ταῦτα καιρὸν ἔχοντες τῆς καταλύσεως αὐτοῦ· τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἦσαν ἀφωπλισμένοι, τότε δὲ διὰ τὸν πόλεμον τῶν ὅπλων ἦσαν κύριοι.
\n 他们聚集在一起议论纷纷,说自己竟然容忍屈从于狄奥尼修斯的奴役,而且还是在拥有推翻他的机会的时候;因为在以前,他们被解除了武装,但那时由于战争,他们拥有了自己的武器。
§14.64.5οὐ μὴν ἀλλὰ τοιούτων λόγων γινομένων Διονύσιος κατέπλευσε, καὶ συναγαγὼν ἐκκλησίαν ἐπῄνει τοὺς Συρακοσίους καὶ παρεκάλει θαρρεῖν, ἐπαγγελλόμενος ταχέως καταλύσειν τὸν πόλεμον.
\n 尽管如此,在这些话语流传之际,狄奥尼修斯返航入港,并召集了公民大会,称赞了叙拉古人,并勉励他们要保持勇气,许诺将迅速结束战争。
ἤδη δʼ αὐτοῦ μέλλοντος διαλύειν τὴν ἐκκλησίαν ἀναστὰς Θεόδωρος ὁ Συρακόσιος, ἐν τοῖς ἱππεῦσιν εὐδοκιμῶν καὶ δοκῶν εἶναι πρακτικός, ἀπετόλμησε περὶ τῆς ἐλευθερίας τοιούτοις χρήσασθαι λόγοις.
就在他准备解散大会时,在骑兵中享有盛誉、被认为是一个实干家的叙拉古人狄奥多罗斯站了起来,敢于用如下的语言来谈论自由。

词汇与语法注释

  1. 14.64.1καθʼ αὑτούς τε γενόμενοι — 前置词 κατά 与反身代词 αὑτῶν 的复数属格连用,意为“他们自己”、“单独”。在此处,不定过去时分词 γενόμενοι 描述了在狄奥尼修斯和莱普提涅斯率军船出海后,叙拉古人处于仅剩自己(无人监管)的状态。
  2. 14.64.4καὶ ταῦτα — 与分词短语(此处为 καιρὸν ἔχοντες)连用的惯用表达,意为“而且是在……”或“即便在……的情况下”。它强调了在他们拥有推翻篡位者的大好时机时,却依然容忍自己遭受奴役(periorōsin hautous douleuontas)这一矛盾对比。
  3. 14.64.5αὐτοῦ μέλλοντος — 属格独立结构。人称代词 αὐτοῦ 作逻辑主语,现在分词 μέλλοντος 作谓语,用于交代时间背景,意为“当他(狄奥尼修斯)正准备……时”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.64.1-14.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.64.1-14.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。