Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.63.1-14.63.4

掠夺神殿遭天谴与波吕克塞诺斯归来

第 357 段,共 723 段 · 希腊语

内容简介

迦太基将领伊米尔卡占领阿克拉迪纳并掠夺神殿,但因亵渎神明而在营地遭遇混乱和瘟疫。在他加强防御以备长久围城之时,狄奥尼修斯的姐夫波吕克塞诺斯携同盟国援军返回。

§14.63.1κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν·
他也占领了阿克拉迪纳的郊区,并且掠夺了得墨忒耳和科睿二女神的神殿。
ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν.
为此,他很快因对神明的不敬而遭受了应得的惩罚。
ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθʼ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους.
因为他的处境很快一天天变得更糟,随着狄奥尼修斯有了进行遭遇战的勇气,叙拉古人便占了上风。
§14.63.2ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιθεμένων τῷ χάρακι.
夜间营地中也发生了出乎意料的混乱,士兵们纷纷拿起武器奔集,仿佛敌人袭击了营栅。
ἐπεγενήθη δὲ καὶ νόσος, ἣ πάντων αὐτοῖς αἰτία κακῶν κατέστη· περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.
此外还爆发了瘟疫,这成了他们一切灾难的根源;关于这一点,我们稍后会予以叙述,以免在记述中提前了时间。
§14.63.3Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καθεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους.
于是,伊米尔卡在营地周围筑起围墙,拆毁了附近几乎所有的坟墓,其中包括盖隆及其妻子德玛丽特的坟墓,这两座坟墓都建造得十分华丽。
ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ θάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δʼ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός· εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσθαι τὴν πολιορκίαν.
他还在海边建造了三座堡垒,一座在普莱姆米里翁,一座在港口中部,另一座在宙斯神庙旁;并将葡萄酒、粮食和其他日用必需品运入其中,因为他认为围城战将会持续更长时间。
§14.63.4ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίζωσιν.
他还派遣商船前往撒丁岛和利比亚,以便运送粮食和其他食物。
Πολύξενος δὲ ὁ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήθη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον.
与此同时,狄奥尼修斯的姐夫波吕克塞诺斯从伯罗奔尼撒和意大利抵达,带来了同盟国的三十艘战船,以及拉刻代蒙人的海军将领法拉基达斯。

词汇与语法注释

  1. 14.63.1τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι — 属格独立结构 τοῦ Διονυσίου θαρροῦντος(随着狄奥尼修斯产生勇气)中,现在分词 θαρροῦντος 带有补充不定式 συνίστασθαι(发起、组织),其直接宾语为 ἀκροβολισμοὺς(遭遇战、小冲突)。这一整套结构作为时间或原因状语,修饰主句中由无人称动词 συνέβαινε(发生……)所引导的“宾格加不定式”复合结构 προτερεῖν τοὺς Συρακοσίους(叙拉古人占了上风)。
  2. 14.63.2ὡς τῶν πολεμίων ἐπιθεμένων — 连词 ὡς 与属格独立结构 τῶν πολεμίων ἐπιθεμένων(敌人发起了进攻)连用,表示主观的认知或虚构的状况(“仿佛敌人发起了进攻”),而非客观事实。分词 ἐπιθεμένων 是 ἐπιτίθημι 的第二不定过去时中间语态分词,意为“袭击、进攻”。
  3. 14.63.3ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης — 在关系代词短语 ἐν οἷς(在这些[坟墓]之中)之后,阳性单数宾格冠词 τόν 后面省略了名词 τάφον(坟墓),该省略名词由属格的 Γέλωνος(盖隆的)和 τῆς γυναικὸς αὐτοῦ Δημαρέτης(其妻德玛丽特的)修饰。这个单数宾格的 τόν [τάφον] 作为主句动词 καθεῖλεν(拆毁)的直接宾语(复数宾格 τοὺς τάφους)的具体同位语发挥作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.63.1-14.63.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.63.1-14.63.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。