Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.60.1-14.60.7

卡塔内海战与莱普提内斯的惨败

第 354 段,共 723 段 · 希腊语

内容简介

在卡塔内附近的海战中,莱普提内斯率领的西西里希腊海军因人数劣势被马戈率领的迦太基海军击败,遭受了毁灭性的惨败。

§14.60.1οἱ δὲ Καρχηδόνιοι ὡς εἶδον τὸν αἰγιαλὸν τῶν πεζῶν πλήρη καὶ τὰς Ἑλληνικὰς ναῦς ἐπιφερομένας, παραχρῆμα μὲν οὐ μετρίως ἠγωνίασαν, καὶ πρὸς τὴν γῆν ἐπεχείρησαν καταπλεῖν· μετὰ δὲ ταῦτα λογισάμενοι, διότι κινδυνεύσουσιν ἀπολέσθαι πρὸς τὰς ναῦς ἅμα καὶ τοὺς πεζοὺς μαχόμενοι, ταχέως μετενόησαν.
迦太基人见海岸上满是步兵,且希腊船只正向他们袭来,顿时感到不小的焦虑,并企图向陆地航行;但随后他们考虑到,如果同时与船只和步兵作战,将有全军覆没的危险,便迅速改变了主意。
κρίναντες οὖν ναυμαχεῖν, διέταττον τὰς ναῦς καὶ τὸν τῶν πολεμίων ἐπίπλουν ἐκαραδόκουν.
于是,他们决定进行海战,整列好船只,等待敌人的进攻。
§14.60.2Λεπτίνης δὲ τριάκοντα ναυσὶ ταῖς ἀρίσταις πολὺ τῶν ἄλλων προάγων, οὐκ ἀνάνδρως μέν, ἀβούλως δὲ διηγωνίσατο.
莱普提内斯率领三十艘最优秀的船只,远远领先于其他人,他的战斗并非不英勇,但却缺乏谋划。
εὐθὺς γὰρ ἐπιθέμενος ταῖς πρώταις τῶν Καρχηδονίων, τὸ μὲν πρῶτον οὐκ ὀλίγας κατέδυσε τῶν ἀντιτεταγμένων τριήρων· τοῦδὲ Μάγωνος ἀθρόαις ταῖς ναυσὶ ταῖς τριάκοντα περιχυθέντος, ταῖς μὲν ἀρεταῖς ὑπερεῖχον οἱ περὶ τὸν Λεπτίνην, τοῖς δὲ πλήθεσιν οἱ Καρχηδόνιοι.
因为他立即向迦太基人的前锋船只发起进攻,起初击沉了不少与之对峙的三列桨战船;但当马戈率领全部船只包围了那三十艘船时,虽然莱普提内斯手下的人在英勇上占优,但迦太基人在数量上却占了上风。
§14.60.3διὸ καὶ τῆς μάχης ἰσχυροτέρας γινομένης, καὶ τῶν κυβερνητῶν ἐκ παραβολῆς τὸν ἀγῶνα συνισταμένων, ὅμοιος ὁ κίνδυνος ταῖς ἐπὶ τῆς γῆς παρατάξεσιν ἐγίνετο.
因此,随着战斗变得更加激烈,舵手们并排靠拢展开交战,其危险程度变得与陆地上的阵地战相似。
οὐ γὰρ ἐκ διαστήματος τοῖς ἐμβόλοις εἰς τὰς τῶν πολεμίων ναῦς ἐνέσειον, ἀλλὰ συμπλεκομένων τῶν σκαφῶν ἐκ χειρὸς διηγωνίζοντο.
因为他们并不是在一定距离外用冲角撞击敌船,而是在船只交错纠缠时进行肉搏战。
τινὲς μὲν ἐπὶ τὰς τῶν ἐναντίων ναῦς ἐπιπηδῶντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δὲ κρατήσαντες τῆς ἐπιβολῆς ἐν ταῖς τῶν πολεμίων ναυσὶν ἠγωνίζοντο.
有的人在跳向敌船时落入海中,有的人则成功登船并在敌船上展开搏斗。
§14.60.4τέλος δὲ ὁ μὲν Λεπτίνης ἐκβιασθεὶς ἠναγκάσθη φυγεῖν εἰς τὸ πέλαγος, αἱ δὲ λοιπαὶ τῶν νεῶν ἀτάκτως τὸν ἐπίπλουν ποιούμεναι ὑπὸ τῶν Καρχηδονίων ἐχειροῦντο· καὶ γὰρ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα τοὺς Φοίνικας εὐθαρσεστέρους ἐποίησεν, τοὺς δὲ Σικελιώτας οὐκ εἰς τὴν τυχοῦσαν ἀθυμίαν ἤγαγεν.
最终,莱普提内斯被迫退往外海,其余的船只由于无秩序地推进,被迦太基人制服;因为海军统帅的这一挫败使腓尼基人更加胆大,也让西西里希腊人陷入了非同寻常的沮丧之中。
§14.60.5τῆς δὲ μάχης τοιοῦτον λαβούσης τὸ τέλος, οἱ Καρχηδόνιοι τοὺς ἀτάκτως φεύγοντας σφᾶς φιλοτιμότερον διώξαντες διέφθειραν μὲν ναῦς πλείους τῶν ἑκατόν, τὰ δʼ ὑπηρετικὰ παρὰ τὸν αἰγιαλὸν καταστήσαντες ἀνῄρουν τῶν ναυτῶν τοὺς διανηχομένους πρὸς τὸ πεζὸν στρατόπεδον.
战斗以此种结局告终后,迦太基人极力追击那些从他们面前无序逃跑的人,摧毁了一百多艘船只,并将辅助船只部署在海岸边,杀死了那些正向步兵营地游去的水手。
§14.60.6πολλῶν δʼ ἀπολλυμένων οὐ μακρὰν τῆς γῆς, τῶν περὶ τὸν Διονύσιον οὐδαμῶς δυναμένων βοηθῆσαι, πᾶς ὁ τόπος ἔγεμε νεκρῶν καὶ ναυαγίων.
许多人在离陆地不远的地方丧生,而狄奥尼修斯的人马根本无法施救,整个地区到处都是尸体和船只残骸。
ἀπώλοντο μὲν οὖν ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Καρχηδονίων οὐκ ὀλίγοι, τῶν δὲ Σικελιωτῶν ναῦς μὲν πλείω τῶν ἑκατόν, ἄνδρες δʼ ὑπὲρ τοὺς δισμυρίους.
在这场海战中,迦太基人损失了不少人,而西西里希腊人则损失了一百多艘船只和两万多名士兵。
§14.60.7ἀπὸ δὲ τῆς μάχης οἱ μὲν Φοίνικες περὶ τὴν Κατάνην ὁρμίσαντες τὰς τριήρεις, ἀνήψαντο τὰς αἰχμαλώτους ναῦς, καὶ καθελκύσαντες αὐτὰς ἐθεράπευον, ὥστε τοῖς Καρχηδονίοις μὴ μόνον ἀκουστόν, ἀλλὰ καὶ θεωρητὸν ποιῆσαι τὸ μέγεθος τοῦ προτερήματος.
战斗结束后,腓尼基人在卡塔内附近停泊了他们的三列桨战船,将俘获的船只系在自己的船上,并将它们拖下海进行整修,以便让迦太基人不仅能听说,而且能亲眼看到这一胜利的宏大规模。

词汇与语法注释

  1. 14.60.1διότι — 在希腊化时期的希腊语中,连词 `διότι`(原本意为“因为”)经常像 `ὅτι` 一样引导表示“……这一事实”的名词从句,在此处作为分词 `λογισάμενοι`(“考虑到……”)的宾语从句。
  2. 14.60.2τοῦ δὲ Μάγωνος ἀθρόαις ταῖς ναυσὶ ταῖς τριάκοντα περιχυθέντος — `τοῦ δὲ Μάγωνος ... περιχυθέντος` 为属格独立结构。`ταῖς τριάκοντα` 是与格,指代前文提到的莱普提内斯所率领的“三十艘船”,作为动词 `περιχέω`(意为“围绕、包围”)的被动/中动分词 `περιχυθέντος` 的补语。
  3. 14.60.4τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα — 字面意思是“关于海军统帅的挫败”。指莱普提内斯战败并被迫逃往外海这一事实本身。
  4. 14.60.5τοὺς ἀτάκτως φεύγοντας σφᾶς — 反身代词宾格 `σφᾶς` 在此处作为分词 `φεύγοντας` 的宾语(“从他们[即迦太基人]那里逃跑的人”),这反映了古典希腊语中不及物动词 `φεύγω` 支配宾格表示“从某人处逃跑”的用法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.60.1-14.60.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.60.1-14.60.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。