§14.60.1οἱ δὲ Καρχηδόνιοι ὡς εἶδον τὸν αἰγιαλὸν τῶν πεζῶν πλήρη καὶ τὰς Ἑλληνικὰς ναῦς ἐπιφερομένας, παραχρῆμα μὲν οὐ μετρίως ἠγωνίασαν, καὶ πρὸς τὴν γῆν ἐπεχείρησαν καταπλεῖν·
一方、カルタゴ人たちは海岸が歩兵で満ちており、ギリシアの船が襲いかかってくるのを目にすると、直ちには少なからず恐れを抱き、陸地へと船を寄せて上陸しようと試みた。
μετὰ δὲ ταῦτα λογισάμενοι, διότι κινδυνεύσουσιν ἀπολέσθαι πρὸς τὰς ναῦς ἅμα καὶ τοὺς πεζοὺς μαχόμενοι, ταχέως μετενόησαν.
しかしその後、船と歩兵を同時に相手に戦えば、全滅する危険があると考え、すぐに考えを変えた。
κρίναντες οὖν ναυμαχεῖν, διέταττον τὰς ναῦς καὶ τὸν τῶν πολεμίων ἐπίπλουν ἐκαραδόκουν.
そこで、海戦を行うことを決定し、船を整列させて敵の襲撃を待ち受けた。
§14.60.2Λεπτίνης δὲ τριάκοντα ναυσὶ ταῖς ἀρίσταις πολὺ τῶν ἄλλων προάγων, οὐκ ἀνάνδρως μέν, ἀβούλως δὲ διηγωνίσατο.
一方レプティネスは、最も優れた三十隻の船を率いて他の者たちよりはるかに先を進んでいたが、臆病にではなく、しかし思慮に欠けたやり方で戦った。
εὐθὺς γὰρ ἐπιθέμενος ταῖς πρώταις τῶν Καρχηδονίων, τὸ μὲν πρῶτον οὐκ ὀλίγας κατέδυσε τῶν ἀντιτεταγμένων τριήρων· τοῦδὲ Μάγωνος ἀθρόαις ταῖς ναυσὶ ταῖς τριάκοντα περιχυθέντος, ταῖς μὲν ἀρεταῖς ὑπερεῖχον οἱ περὶ τὸν Λεπτίνην, τοῖς δὲ πλήθεσιν οἱ Καρχηδόνιοι.
というのも、彼はすぐにカルタゴ軍の先頭の船に襲いかかり、最初は、対峙していた三段櫂船の少なからぬ数を沈めたものの、マゴンが自身の全船をもってその三十隻を取り囲むと、レプティネスの一行は勇敢さにおいて勝っていたが、カルタゴ人たちは数において勝っていたからである。
§14.60.3διὸ καὶ τῆς μάχης ἰσχυροτέρας γινομένης, καὶ τῶν κυβερνητῶν ἐκ παραβολῆς τὸν ἀγῶνα συνισταμένων, ὅμοιος ὁ κίνδυνος ταῖς ἐπὶ τῆς γῆς παρατάξεσιν ἐγίνετο.
そのため、戦闘がより激しくなり、操舵手たちが船を横付けして戦いを仕掛けたので、その危険は陸上での陣形戦闘に似たものとなった。
οὐ γὰρ ἐκ διαστήματος τοῖς ἐμβόλοις εἰς τὰς τῶν πολεμίων ναῦς ἐνέσειον, ἀλλὰ συμπλεκομένων τῶν σκαφῶν ἐκ χειρὸς διηγωνίζοντο.
というのも、彼らは距離をとって敵の船に衝角を打ち込むのではなく、船が互いにからみ合う中、白兵戦で戦ったからである。
τινὲς μὲν ἐπὶ τὰς τῶν ἐναντίων ναῦς ἐπιπηδῶντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δὲ κρατήσαντες τῆς ἐπιβολῆς ἐν ταῖς τῶν πολεμίων ναυσὶν ἠγωνίζοντο.
ある者たちは敵の船へと飛び移ろうとして海に落下し、またある者たちは乗り込みに成功して敵の船の中で戦った。
§14.60.4τέλος δὲ ὁ μὲν Λεπτίνης ἐκβιασθεὶς ἠναγκάσθη φυγεῖν εἰς τὸ πέλαγος, αἱ δὲ λοιπαὶ τῶν νεῶν ἀτάκτως τὸν ἐπίπλουν ποιούμεναι ὑπὸ τῶν Καρχηδονίων ἐχειροῦντο·
ついにレプティネスは圧倒されて外洋へと逃亡することを余儀なくされ、残りの船は無秩序に進撃を行っていたため、カルタゴ人たちによって制圧された。
καὶ γὰρ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα τοὺς Φοίνικας εὐθαρσεστέρους ἐποίησεν, τοὺς δὲ Σικελιώτας οὐκ εἰς τὴν τυχοῦσαν ἀθυμίαν ἤγαγεν.
というのも、海軍指揮官をめぐるこの敗退がフェニキア人たちをより勇敢にし、シケリアのギリシア人たちを並大抵ではない意気消沈へと陥れたからである。
§14.60.5τῆς δὲ μάχης τοιοῦτον λαβούσης τὸ τέλος, οἱ Καρχηδόνιοι τοὺς ἀτάκτως φεύγοντας σφᾶς φιλοτιμότερον διώξαντες διέφθειραν μὲν ναῦς πλείους τῶν ἑκατόν, τὰ δʼ ὑπηρετικὰ παρὰ τὸν αἰγιαλὸν καταστήσαντες ἀνῄρουν τῶν ναυτῶν τοὺς διανηχομένους πρὸς τὸ πεζὸν στρατόπεδον.
戦闘がこのような結末を迎えると、カルタゴ人たちは自分たちから無秩序に逃走する者たちを極めて執拗に追撃して百隻を超える船を破壊し、また、小型船を海岸沿いに配置して、歩兵の陣営へと泳いで渡ろうとする水兵たちを殺害した。
§14.60.6πολλῶν δʼ ἀπολλυμένων οὐ μακρὰν τῆς γῆς, τῶν περὶ τὸν Διονύσιον οὐδαμῶς δυναμένων βοηθῆσαι, πᾶς ὁ τόπος ἔγεμε νεκρῶν καὶ ναυαγίων.
陸から遠くない場所で多くの者が命を落とし、ディオニシオスの一行がどうしても救助することができない中で、その一帯は死体と船の破片で満ちていた。
ἀπώλοντο μὲν οὖν ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Καρχηδονίων οὐκ ὀλίγοι, τῶν δὲ Σικελιωτῶν ναῦς μὲν πλείω τῶν ἑκατόν, ἄνδρες δʼ ὑπὲρ τοὺς δισμυρίους.
こうして、この海戦においてカルタゴ人の側も少なからぬ数が死んだが、シケリアのギリシア人側は、百隻以上の船と二万人を超える人々が失われた。
§14.60.7ἀπὸ δὲ τῆς μάχης οἱ μὲν Φοίνικες περὶ τὴν Κατάνην ὁρμίσαντες τὰς τριήρεις, ἀνήψαντο τὰς αἰχμαλώτους ναῦς, καὶ καθελκύσαντες αὐτὰς ἐθεράπευον, ὥστε τοῖς Καρχηδονίοις μὴ μόνον ἀκουστόν, ἀλλὰ καὶ θεωρητὸν ποιῆσαι τὸ μέγεθος τοῦ προτερήματος.
戦闘の後、フェニキア人たちはカタネ付近に三段櫂船を停泊させ、捕獲した船を自船に繋ぎ、それらを海に引き出して修理した。 それは、カルタゴ人たちに勝利の大きさを、単に噂として聞くだけでなく、目で見える形にさせるためであった。