Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.59.1-14.59.7

埃特纳火山阻路与狄奥尼修斯的迎击计划

第 353 段,共 723 段 · 希腊语

内容简介

希米尔科命令马戈乘船前往托罗斯(后来的陶罗梅尼翁),自己则走陆路,但埃特纳火山喷出的熔岩阻断了陆路,使他们暂时分离。得知此事的狄奥尼修斯急忙赶往卡塔内,企图在迦太基陆海军汇合前与马戈展开海战。

§14.59.1ἐναποδειξάμενος οὖν τὸ πρὸς τοὺς Ἕλληνας μῖσος ἐν τῇ τῶν Μεσσηνίων ἀτυχίᾳ, Μάγωνα μὲν τὸν ναύαρχον ἀπέστειλε μετὰ τῆς ναυτικῆς δυνάμεως, προστάξας παραπλεῖν ἐπὶ τὸν λόφον τὸν καλούμενον Ταῦρον.
因此,在麦塞内人的不幸中展现了对希腊人的憎恨之后,[希米尔科]派遣海军统帅马戈率领海军力量,命令他沿着海岸航行到被称为托罗斯的山丘。
τοῦτον δὲ κατειληφότες ἦσαν Σικελοί, συχνοὶ μὲν τὸ πλῆθος ὄντες, οὐδένα δʼ ἔχοντες ἡγεμόνα.
西西里人占领了这里,他们人数众多,却没有任何领袖。
§14.59.2τούτοις δὲ τὸ μὲν πρότερον Διονύσιος δεδώκει τὴν τῶν Ναξίων χώραν, τότε δʼ ὑπʼ Ἰμίλκου πεισθέντες ἐπαγγελίαις τὸν λόφον κατελάβοντο.
狄奥尼修斯此前曾将纳克索斯人的土地赐予他们,但当时他们受到希米尔科诺言的说服,占领了这座山丘。
ὀχυροῦ δʼ ὄντος τούτου, καὶ τότε καὶ μετὰ τὸν πόλεμον ᾤκουν αὐτὸν τεῖχος περιβαλόμενοι, καὶ τὴν πόλιν διὰ τὸ μεῖναι τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας Ταυρομένιον ὠνόμασαν.
由于此地坚固,他们在当时和战争结束后都在其周围修筑了城墙并居住于此,并且因为聚集在托罗斯山上的人留了下来,所以将这座城市命名为陶罗梅尼翁。
§14.59.3Ἰμίλκων δὲ ἀναλαβὼν τὴν πεζὴν στρατιὰν εὔτονον τὴν πορείαν ἐποιεῖτο, καὶ κατήντησε τῆς Ναξίας ἐπὶ τὸν προειρημένον τόπον, ἅμα καὶ Μάγωνος καταπλεύσαντος.
而希米尔科率领陆军奋力行军,抵达了前述的纳克索斯领地内的地点,而马戈也恰在此时乘船抵达。
προσφάτως δὲ πυρὸς ἐκραγέντος ἐκ τῆς Αἴτνης μέχρι τῆς θαλάττης, οὐκέτι δυνατὸν ἦν τὴν πεζὴν στρατιὰν συμπαράγειν παραπλεούσαις ταῖς ναυσίν· ἐφθαρμένων γὰρ τῶν παρὰ τὴν θάλατταν τόπων ὑπὸ τοῦ καλουμένου ῥύακος, ἀναγκαῖον ἦν τὸ πεζὸν στρατόπεδον περιπορεύεσθαι τὸν τῆς Αἴτνης λόφον.
由于最近埃特纳火山爆发,火山火一直蔓延到海边,因此陆军已经无法与沿着海岸航行的船只并肩前进了;因为沿海的地方已被所谓的“流”所摧毁,陆军不得不绕行埃特纳山丘。
§14.59.4διόπερ Μάγωνι προσέταξε καταπλεῖν ἐπὶ τῆς Κατάνης, αὐτὸς δὲ διὰ τῆς μεσογείου ταχέως ὁρμήσας ἔσπευδε συμμῖξαι ταῖς ναυσὶ περὶ τὸν τῶν Καταναίων αἰγιαλόν· εὐλαβεῖτο γὰρ μήποτε διεσπαρμένης τῆς δυνάμεως οἱ Σικελιῶται τοῖς περὶ τὸν Μάγωνα διαναυμαχήσωσιν· ὅπερ καὶ συνετελέσθη.
因此他命令马戈航行前往卡塔内,而他自己则迅速穿过内陆,急于在卡塔内人的海岸附近与船只汇合;因为他担心在力量分散的时候,西西里希腊人可能会与马戈手下的人展开海战;而这正是后来发生的事情。
§14.59.5Διονύσιος γὰρ τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα, τὴν δὲ πορείαν τοῖς πεζοῖς ἐργώδη καὶ μακράν, ἔσπευδεν ἐπὶ τῆς Κατάνης,βουλόμενος ναυμαχῆσαι πρὸς Μάγωνα, πρὶν ἐλθεῖν τοὺς περὶ τὸν Ἰμίλκωνα.
因为狄奥尼修斯知道,对马戈而言航程很短,而对步兵而言行军则既艰难又漫长,所以他急忙赶往卡塔内,希望在希米尔科的人到来之前与马戈进行海战。
§14.59.6ἤλπιζε γὰρ τῶν πεζῶν ἐκτεταγμένων παρὰ τὸν αἰγιαλὸν τοῖς μὲν ἰδίοις θάρσος παρέξεσθαι, τοὺς δὲ πολεμίους δειλοτέρους ἔσεσθαι· τὸ δὲ μέγιστον, εἴ τι συμβαίη γενέσθαι πταῖσμα, ταῖς θλιβομέναις ναυσὶν ἐξῆν καταφυγεῖν πρὸς τὸ τῶν πεζῶν στρατόπεδον.
因为他希望,如果步兵沿海岸排开,不仅能给己方带来勇气,还能使敌人变得更加胆怯;而最重要的是,如果发生任何挫折,受挫的船只可以逃往步兵的营地避难。
§14.59.7ταῦτα δὲ διανοηθεὶς Λεπτίνην μὲν ἀπέστειλε μετὰ πασῶν τῶν νεῶν, παραγγείλας ἀθρόοις τοῖς σκάφεσι ναυμαχεῖν καὶ μὴ λύειν τὴν τάξιν, ὅπως μὴ κινδυνεύσωσιν ὑπὸ τοῦ πλήθους τῶν ἐναντίων· εἶχον γὰρ οἱ περὶ τὸν Μάγωνα σὺν ταῖς ὁλκάσι καὶ ταῖς ἄλλαις ταῖς ἐπικώποις, οὔσαις χαλκεμβόλοις, ναῦς οὐκ ἐλάττους πεντακοσίων.
考虑到这些,他派遣莱普提内斯率领所有的船只,命令他让船只密集编队进行海战,不得打乱阵形,以免因敌军人数众多而陷入危险;因为马戈手下的人,加上商船以及其他带有青铜冲角的桨手船,拥有不少于五百艘船只。

词汇与语法注释

  1. 14.59.1ἐναποδειξάμενος — 异态动词 ἐναποδείκνυμαι 的中介语态不定过去时分词,表示主句主语(希米尔科)先前的行为。
  2. 14.59.2διὰ τὸ μεῖναι τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας — 介词 διὰ 连同带冠词不定式(宾格)构成的因果表达。不定式 μεῖναι 的逻辑主语是宾格短语 τοὺς ἐπὶ τὸν Ταῦρον ἀθροισθέντας。
  3. 14.59.3πυρὸς ἐκραγέντος — 属格独立结构,将埃特纳火山爆发这一情况作为附带状况或原因进行解释。
  4. 14.59.4εὐλαβεῖτο γὰρ μήποτε ... διαναυμαχήσωσιν — 由表示担忧的动词 εὐλαβεῖτο(未完成过去时)引导的从句。虽然位于历史时态之后,但为了生动的描绘,保留了虚拟语气(不定过去时)而非祈愿语气。
  5. 14.59.5τὸν μὲν πλοῦν εἰδὼς τῷ Μάγωνι βραχὺν ὄντα — 分词 ὄντα 作为知觉动词 εἰδώς(分词)的补足分词使用。与格 τῷ Μάγωνι 是表示“对于马戈而言”的关系或利害与格。
  6. 14.59.6τῶν πεζῶν ἐκτεταγμένων — 属格独立结构,在此表示条件(“如果步兵排开”),修饰主句中的不定式短语(παρέξεσθαι... ἔσεσθαι)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.59.1-14.59.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.59.1-14.59.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。