Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.57.1-14.57.6

希米尔科攻占麦塞内与进军叙拉古的准备

第 351 段,共 723 段 · 希腊语

内容简介

希米尔科利用麦塞内防备空虚的机会派遣船队夺取了该城。许多麦塞内人死亡或逃亡,希米尔科在攻打周边要塞受挫后,开始准备向叙拉古进军。

§14.57.1περὶ ταῦτα δʼ ὄντων αὐτῶν, Ἰμίλκων θεωρῶν ἐκβοηθοῦντας τοὺς Μεσσηνίους περὶ τὴν ἀπόβασιν, ἀπέστειλε τῶν νεῶν διακοσίας ἐπὶ τὴν πόλιν· ἤλπιζε γάρ, ὅπερ ἦν εἰκός, τῶν στρατιωτῶν τὴν ἀπόβασιν κωλυόντων τοὺς ἐν ταῖς ναυσὶ κυριεύσειν ῥᾳδίως τῆς Μεσσήνης οὔσης ἐρήμου τῶν ἀμυνομένων.
正当他们忙于这些事务时,希米尔科看到麦塞内人正赶往登陆地点进行防卫,便派遣了二百艘船只前往该城;因为他期望(正如理所当然的那样),在士兵们阻止登陆的同时,船上的人将能轻易夺取因缺乏防卫者而空虚的麦塞内。
§14.57.2πνεύσαντος δὲ βορέου τὰς μὲν ναῦς συνέβη ταχέως πλήρεσι τοῖς ἱστίοις εἰς τὸν λιμένα κατενεχθῆναι, τοὺς δʼ ἐπὶ τῇ Πελωρίδι παραφυλάττοντας Μεσσηνίους ὑστερῆσαι τῆς τῶν νεῶν παρουσίας, καίπερ κατὰ σπουδὴν ἐπειγομένους.
但随着北风刮起,船只得以满帆迅速驶入港口,而那些在佩洛里斯警戒的麦塞内人,尽管极速赶路,却仍未能赶在船只到达之前抵达。
§14.57.3διόπερ οἱ Καρχηδόνιοι περιστρατοπεδεύσαντες τὴν Μεσσήνην καὶ διὰ τῶν πεπτωκότων τειχῶν εἰσβιασάμενοι τῆς πόλεως ἐκυρίευσαν.
因此,迦太基人包围了麦塞内,并从倒塌的城壁中强行攻入,占领了这座城市。
§14.57.4τῶν δὲ Μεσσηνίων οἱ μὲν μαχόμενοι γενναίως ἀνῃρέθησαν, οἱ δʼ εἰς τὰς ἐγγυτάτω κειμένας πόλεις ἔφυγον, ὁ δὲ πολὺς ὄχλος διὰ τῶν παρακειμένων ὀρῶν ὁρμήσας εἰς τὰ κατὰ τὴν χώραν φρούρια διεσπάρη·
在麦塞内人中,一些人英勇作战而被杀,另一些人逃往最近的城市,而大多数民众则越过邻近的山脉,分散到该地区的各个要塞中。
§14.57.5τῶν δὲ ἄλλων τινὲς μὲν ὑπὸ τῶν πολεμίων συνελαμβάνοντο, τινὲς δὲ ἀποληφθέντες εἰς τὸ πρὸς τὸν λιμένα μέρος ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλατταν, ἐλπίζοντες διανήξασθαι τὸν μεταξὺ πόρον.
其余的人中,一些被敌人捕获,另一些人在靠近港口的地方被截断退路,便投身入海,企图游过这中间的海峡。
τούτων δὲ ὄντων πλειόνων ἢ διακοσίων, οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥοῦ διεφθάρησαν, πεντήκοντα δὲ πρὸς τὴν Ἰταλίαν διεσώθησαν.
这些人有两百多名,大多数死于急流,只有五十人安全逃到了意大利。
§14.57.6Ἰμίλκων δὲ τὴν δύναμιν ἅπασαν μεταγαγὼν εἰς τὴν πόλιν, τὸ μὲν πρῶτον ἐπεχείρησε πορθεῖν τὰ κατὰ τὴν χώραν φρούρια, τούτων δʼ ὀχυρῶν ὄντων, καὶ τῶν εἰς αὐτὰ συμπεφευγότων γενναίως ἀγωνιζομένων, ἀνέστρεψεν εἰς τὴν πόλιν, ἀδυνατήσας αὐτῶν κυριεῦσαι.
希米尔科将全部军队转移到城内,起初试图掠夺该地区的各个要塞,但由于这些要塞坚固,且逃入其中的人英勇作战,他因无法攻克它们而退回城内。
μετὰ δὲ ταῦτα τήν τε δύναμιν ἀνελάμβανε καὶ παρεσκευάζετο τὴν πορείαν ἐπὶ Συρακούσας ποιεῖσθαι.
此后,他休整军队,并准备向叙拉古进军。

词汇与语法注释

  1. 14.57.1τῶν στρατιωτῶν τὴν ἀπόβασιν κωλυόντων — 独立属格结构,表示后续不定式分句 τοὺς ἐν ταῖς ναυσὶ κυριεύσειν(船中的人将占领……)的时间或环境背景(“当士兵们阻止登陆时”)。接下来的 οὔσης ἐρήμου 是与不定式的属格宾语一致的分词短语,构成了极其重叠的句法结构。
  2. 14.57.2συνέβη — 无人称动词,意为“发生了……的事”或“结果是……”。在此它支配着由 mén 和 dé 对比的两个不定式从句,即 τὰς μὲν ναῦς ... κατενεχθῆναι(船只被吹送)与 τοὺς δʼ ... Μεσσηνίους ὑστερῆσαι(麦塞内人迟到),在句法上充当主导两件事发生的主动词。
  3. 14.57.6αὐτῶν — 代词 autós 的属格复数形式,此处因受动词不定式 kyrieûsai(占领、控制)要求属格宾语的支配而使用属格。其先行词指前文提到的中性复数名词短语 tà katà tḕn chṓran phroúria(地方的要塞)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.57.1-14.57.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.57.1-14.57.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。