Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.58.1-14.58.4

狄奥尼修斯巩固防御与麦塞内的彻底被毁

第 352 段,共 723 段 · 希腊语

内容简介

在西西里人投向迦太基的同时,狄奥尼修斯通过释放奴隶、加固要塞和推进军队来加强防守。与此同时,希米尔科彻底摧毁了麦塞内,企图使其成为难以重建的无人之地。

§14.58.1οἱ δὲ Σικελοί, πάλαι μὲν μισοῦντες τὸν Διονύσιον, τότε δὲ καιρὸν τῆς ἀποστάσεως ἔχοντες, μετεβάλοντο πρὸς Καρχηδονίους πλὴν Ἀσσωρίνων ἅπαντες.
至于西西里人,他们早就情绪上憎恨狄奥尼修斯,此时又有了叛变的机会,除了阿索里尼人之外,全都投向了迦太基人。
Διονύσιος δʼ ἐν ταῖς Συρακούσαις τοὺς δούλους ἐλευθερώσας, ἐπλήρωσεν ἐξ αὐτῶν ναῦς ἑξήκοντα· μετεπέμψατο δὲ καὶ παρὰ Λακεδαιμονίων μισθοφόρους πλείω τῶν χιλίων, καὶ τὰ κατὰ τὴν χώραν φρούρια περιπορευόμενος ὠχύρου καὶ σῖτον παρεκόμιζεν· ἐπιμελέστατα δὲ τὰς ἐν Λεοντίνοις ἀκροπόλεις ἐτείχισε καὶ τὸν ἐκ τῶν πεδίων σῖτον εἰς ταύτας συνήθροισεν.
狄奥尼修斯在叙拉古释放了奴隶,并用他们配备了六十艘船只的船员;他还在拉刻代蒙人那里招募了一千多名雇佣兵,并巡视该地区的各个要塞进行加固,运进粮食;他最用心地在莱翁蒂尼修筑了卫城的城墙,并将平原上的粮食聚集到其中。
§14.58.2ἔπεισε δὲ καὶ τοὺς τὴν Κατάνην οἰκοῦντας Καμπανοὺς εἰς τὴν νῦν καλουμένην Αἴτνην μεταστῆναι διὰ τὸ λίαν εἶναι τὸ φρούριον ὀχυρόν.
他还说服居住在卡塔内的坎帕尼亚人迁移到如今被称为埃特纳的地方,因为那个要塞极其坚固。
μετὰ δὲ ταῦτα ἀπὸ τῶν Συρακουσῶν ἑκατὸν ἑξήκοντα σταδίους προαγαγὼν ἅπασαν τὴν δύναμιν κατεστρατοπέδευσε περὶ τὸν Ταῦρον καλούμενον.
此后,他将全军从叙拉古向前推进了一百六十斯塔德,在被称为托罗斯的地方周围安营扎寨。
εἶχε δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ πλείους τῶν τρισχιλίων, ναῦς δὲ ἑκατὸν ὀγδοήκοντα· τούτων δʼ ὀλίγαι μὲν ἦσαν τριήρεις.
当时他拥有三万步兵、三千多骑兵以及一百八十艘船只,其中只有少数是三段击船。
§14.58.3Ἰμίλκων δὲ τὰ τείχη τῆς Μεσσήνης κατασκάψας προσέταξε τοῖς στρατιώταις καταβαλεῖν τὰς οἰκίας εἰς ἔδαφος, καὶ μήτε κέραμον μήθʼ ὕλην μήτʼ ἄλλο μηδὲν ὑπολιπεῖν, ἀλλὰ τὰ μὲν κατακαῦσαι, τὰ δὲ συντρῖψαι.
希米尔科则拆毁了麦塞内的城墙,命令士兵将房屋夷为平地,瓦片、木材或其他任何东西都不得留下,而是有的烧毁,有的砸碎。
ταχὺ δὲ τῇ τῶν στρατιωτῶν πολυχειρίᾳ λαβόντων τῶν ἔργων συντέλειαν, ἡ πόλις ἄγνωστος ἦν ὅτι πρότερον αὐτὴν οἰκεῖσθαι συνέβαινεν.
由于士兵人数众多,工程迅速竣工,这座城市已经让人无法认出先前曾有人居住过。
§14.58.4ὁρῶν γὰρ τὸν τόπον πόρρω μὲν ἀπὸ τῶν συμμαχίδων πόλεων κεχωρισμένον, εὐκαιρότατον δὲ τῶν περὶ Σικελίαν ὄντα, προῄρητο δυεῖν θάτερον, ἢ τελέως ἀοίκητον διατηρεῖν ἢ δυσχερῆ καὶ πολυχρόνιον τὴν κτίσιν αὐτῆς γίνεσθαι.
因为他看到该地远离盟国城市,却又是西西里周边最有利的地点,所以他已经做好了两全其一的选择:要么让它完全保持无人居住的状态,要么使它的重建变得困难且耗时漫长。

词汇与语法注释

  1. 14.58.3ἡ πόλις ἄγνωστος ἦν ὅτι πρότερον αὐτὴν οἰκεῖσθαι συνέβαινεν — 提早出现(prolepsis)的一个例证。本应作为从句(ὅτι从句)主语(或宾语)的名词 ἡ πόλις,被提前提拔为主句的主语。因此,在ὅτι从句中,代词 αὐτήν 充当了被动不定式 οἰκεῖσθαι 的逻辑主语(宾格),并与无人称动词 συνέβαινεν(发生……情况)相连。
  2. 14.58.4προῄρητο δυεῖν θάτερον, ἢ τελέως ἀοίκητον διατηρεῖν ἢ δυσχερῆ καὶ πολυχρόνιον τὴν κτίσιν αὐτῆς γίνεσθαι — 选择支 δυεῖν θάτερον(两全其一)的具体内容由两个由 ἢ 引导的不定式从句说明,但两者的结构并不对称。第一个 ἢ 之后的 διατηρεῖν 是主动不定式,其逻辑主语与主句主语(希米尔科)一致;而第二个 ἢ 之后则是“宾格加不定式”结构(accusative-and-infinitive),其中 τὴν κτίσιν 充当 γίνεσθαι 的逻辑主语(宾格),δυσχερῆ καὶ πολυχρόνιον 为其表语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.58.1-14.58.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.58.1-14.58.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。