§14.57.1περὶ ταῦτα δʼ ὄντων αὐτῶν, Ἰμίλκων θεωρῶν ἐκβοηθοῦντας τοὺς Μεσσηνίους περὶ τὴν ἀπόβασιν, ἀπέστειλε τῶν νεῶν διακοσίας ἐπὶ τὴν πόλιν·
彼らがこれらのことに従事している間に、ヒミルコンはメッセネ人が上陸地点へ救援に駆けつけるのを見て、船のうち二百隻を都市へと派遣した。
ἤλπιζε γάρ, ὅπερ ἦν εἰκός, τῶν στρατιωτῶν τὴν ἀπόβασιν κωλυόντων τοὺς ἐν ταῖς ναυσὶ κυριεύσειν ῥᾳδίως τῆς Μεσσήνης οὔσης ἐρήμου τῶν ἀμυνομένων.
彼は、当然予想されたことであるが、兵士たちが上陸を阻止している間に、船の中にいる者たちが、防衛する人々を欠いて空っぽになっているメッセネを容易に占領するだろうと期待したからである。
§14.57.2πνεύσαντος δὲ βορέου τὰς μὲν ναῦς συνέβη ταχέως πλήρεσι τοῖς ἱστίοις εἰς τὸν λιμένα κατενεχθῆναι, τοὺς δʼ ἐπὶ τῇ Πελωρίδι παραφυλάττοντας Μεσσηνίους ὑστερῆσαι τῆς τῶν νεῶν παρουσίας, καίπερ κατὰ σπουδὴν ἐπειγομένους.
しかし北風が吹いたため、船の方は満帆の状態で速やかに港へと運ばれ、他方、ペロリスで警戒していたメッセネ人たちは、急いで急行したにもかかわらず、船の到着に遅れる結果となった。
§14.57.3διόπερ οἱ Καρχηδόνιοι περιστρατοπεδεύσαντες τὴν Μεσσήνην καὶ διὰ τῶν πεπτωκότων τειχῶν εἰσβιασάμενοι τῆς πόλεως ἐκυρίευσαν.
それゆえ、カルタゴ人はメッセネを包囲し、崩壊した城壁から力づくで侵入して都市を占領した。
§14.57.4τῶν δὲ Μεσσηνίων οἱ μὲν μαχόμενοι γενναίως ἀνῃρέθησαν, οἱ δʼ εἰς τὰς ἐγγυτάτω κειμένας πόλεις ἔφυγον, ὁ δὲ πολὺς ὄχλος διὰ τῶν παρακειμένων ὀρῶν ὁρμήσας εἰς τὰ κατὰ τὴν χώραν φρούρια διεσπάρη·
メッセネ人のうち、ある者たちは勇敢に戦って討ち取られ、他の者たちは最寄りの都市へと逃れたが、大多数の群衆は隣接する山々を通って突進し、地方のあちこちにある砦へと散り散りになった。
§14.57.5τῶν δὲ ἄλλων τινὲς μὲν ὑπὸ τῶν πολεμίων συνελαμβάνοντο, τινὲς δὲ ἀποληφθέντες εἰς τὸ πρὸς τὸν λιμένα μέρος ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλατταν, ἐλπίζοντες διανήξασθαι τὸν μεταξὺ πόρον.
他の者たちのうち、ある者たちは敵に捕らえられ、他の者たちは退路を断たれて港の側の地区で海に身を投げ、その間の海峡を泳ぎ渡ることを期待した。
τούτων δὲ ὄντων πλειόνων ἢ διακοσίων, οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥοῦ διεφθάρησαν, πεντήκοντα δὲ πρὸς τὴν Ἰταλίαν διεσώθησαν.
これらは二百人以上であったが、大部分は潮流によって命を落とし、五十人がイタリアへと逃げ延びた。
§14.57.6Ἰμίλκων δὲ τὴν δύναμιν ἅπασαν μεταγαγὼν εἰς τὴν πόλιν, τὸ μὲν πρῶτον ἐπεχείρησε πορθεῖν τὰ κατὰ τὴν χώραν φρούρια, τούτων δʼ ὀχυρῶν ὄντων, καὶ τῶν εἰς αὐτὰ συμπεφευγότων γενναίως ἀγωνιζομένων, ἀνέστρεψεν εἰς τὴν πόλιν, ἀδυνατήσας αὐτῶν κυριεῦσαι.
ヒミルコンは全軍を都市へと移動させ、最初は地方の砦を攻略しようと試みたが、これらが堅固であり、そこへ逃げ込んだ人々が勇敢に戦ったため、それらを占領することができずに都市へと引き返した。
μετὰ δὲ ταῦτα τήν τε δύναμιν ἀνελάμβανε καὶ παρεσκευάζετο τὴν πορείαν ἐπὶ Συρακούσας ποιεῖσθαι.
この後、彼は軍隊を休息させ、シラクサへの進軍を行う準備をした。