Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.56.1-14.56.6

希米尔科进军麦塞内与居民的动摇

第 350 段,共 723 段 · 希腊语

内容简介

希米尔科准备向麦塞内进军,并在沿途结盟及控制利帕拉。得知敌军逼近后,麦塞内居民发生分裂:一部分人因绝望而逃离,另一部分人则受到古老神谕的鼓舞决定抵抗。

§14.56.1Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνης, σπεύδων αὐτῆς κυριεῦσαι διὰ τὴν εὐκαιρίαν τῶν τόπων· ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔθετος ἦν, δυνάμενος δέχεσθαι πάσας τὰς ναῦς, οὔσας πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενος Ἰμίλκων ἤλπιζε τὰς τῶν Ἰταλιωτῶν βοηθείας ἐμφράξειν καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐπισχεῖν.
随着事态如愿发展,希米尔科准备率军前往麦塞内,由于该地地理位置便利,他急于将其占领;因为那里的港口十分便利,能够容纳所有的船只——其数量超过六百艘。 希米尔科希望通过控制海峡周边,切断来自意大利半岛的援助,并阻止来自伯罗奔尼撒的舰队。
§14.56.2ταῦτα δὲ διανοηθεὶς πράττειν, πρὸς τοὺς μὲν Ἱμεραίους καὶ τοὺς τὸ Κεφαλοίδιον φρούριον κατοικοῦντας φιλίαν ἐποιήσατο, Λιπάρας δὲ τῆς πόλεως ἐγκρατὴς γενόμενος τριάκοντα τάλαντα παρὰ τῶν κατοικούντων τὴν νῆσον ἐπράξατο· αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ὥρμησεν ἐπὶ Μεσσήνης, συμπαραπλεουσῶν αὐτῷ τῶν νεῶν.
在决定采取这些行动后,他与希梅拉人以及居住在凯法洛伊迪翁要塞的人建立了友好关系,在控制了利帕拉城之后,他向该岛的居民征收了三十塔兰同;而他自己则率领全部军队向麦塞内进发,船队也与他并肩航行。
§14.56.3καὶ ταχὺ διανύσας τὴν ὁδὸν κατεστρατοπέδευσεν ἐπὶ τῆς Πελωρίδος, ἀπέχων τῆς Μεσσήνης σταδίους ἑκατόν.
他迅速走完路程,在距离麦塞内一百斯塔德的佩洛里斯安营扎寨。
οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν παρουσίαν τῶν πολεμίων, οὐ τὰς αὐτὰς ἀλλήλοις ἐννοίας εἶχον περὶ τοῦ πολέμου.
而这座城市的居民在得知敌人来临的消息后,对战争的看法却互不相同。
§14.56.4τινὲς μὲν γὰρ αὐτῶν τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἀκούοντες, καὶ τὴν ἐρημίαν τῶν συμμάχων ὁρῶντες, ἔτι δὲ καὶ τῶν ἰδίων ἱππέων ἐν Συρακούσαις ὄντων, ἀπεγνώκεισαν τὴν ἐκ τῆς πολιορκίας σωτηρίαν.
因为他们中的一些人,听闻敌人力量之强大,目睹盟友之匮乏,再加上他们自己的骑兵还在叙拉古,因而对从包围中幸存不抱希望。
μάλιστα δʼ αὐτοὺς εἰς ἀθυμίαν ἦγε τὰ τείχη καταπεπτωκότα καὶ ὁ καιρὸς εἰς παρασκευὴν οὐ διδοὺς ἄνεσιν.
最让他们感到气馁的是城墙已经坍塌,且局势紧迫,不给准备工作留出任何喘息空间。
διόπερ ἐξεκόμιζον ἐκ τῆς πόλεως τέκνα καὶ γυναῖκας καὶ τὰ πολυτελέστατα τῶν χρημάτων εἰς τὰς ἀστυγείτονας πόλεις.
因此,他们将妇女、儿童和最宝贵的财产从城中转移到邻近的城市。
§14.56.5τινὲς δὲ τῶν Μεσσηνίων ἀκούοντές τι παλαιὸν αὐτοῖς εἶναι λόγιον, ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν, ἐξεδέχοντο τὸ κατὰ τὴν φήμην πρὸς τὸ συμφέρον ἑαυτοῖς, νομίζοντες δουλεύσειν ἐν Μεσσήνῃ τοὺς Καρχηδονίους.
但另一些麦塞内人,听闻他们有一条古老的神谕,称“迦太基人必须在这座城市里挑水”,便将这一传言解释为对自己有利,认为迦太基人将在麦塞内充当奴隶。
§14.56.6διὸ καὶ ταῖς ψυχαῖς εὐθαρσεῖς ὄντες πολλοὺς καὶ τῶν ἄλλων προθύμους ἐποιοῦντο εἰς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους.
因此,他们心中充满勇气,也使其他许多人热心于为了自由而冒险。
εὐθέως δὲ τῶν νεωτέρων ἐπιλέξαντες τοὺς ἀρίστους ἀπέστειλαν ἐπὶ τὴν Πελωρίδα, κωλύσοντας τοὺς πολεμίους ἐπιβαίνειν τῆς χώρας.
他们立即选拔了年轻一代中最优秀的人,派遣他们前往佩洛里斯,以阻止敌人踏上这片土地。

词汇与语法注释

  1. 14.56.1οὔσας πλείω τῶν ἑξακοσίων — 现在分词 οὔσας 为阴性复数宾格,与前行的名词 πάσας τὰς ναῦς 在性、数、格上保持一致,起附加说明的作用:“(其数量)超过六百艘”。
  2. 14.56.1τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενος — 形容词 οἰκεῖος(自己的、友好的)的中性复数形式 οἰκεῖα 与动词 ποιέω 的中间态分词 ποιησάμενος(意为“为自己使成……”)连用,表示手段:“通过将海峡周边地区置于自己的控制之下”。
  3. 14.56.4μάλιστα δʼ αὐτοὺς εἰς ἀθυμίαν ἦγε τὰ τείχη καταπεπτωκότα καὶ ὁ καιρὸς — 虽然有两个主语,即中性复数主格名词(τὰ τείχη)和阳性单数主格名词(ὁ καιρὸς),但主动词 ἦγε 却使用了单数第三人称。这或者是由于动词与较近的主语(ὁ καιρὸς)一致,或者是将两者视为一个统一的概念。
  4. 14.56.5ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν — 由连词 ὅτι 引导的名词性从句,解释神谕(λόγιον)的内容。它采用了非人称动词 δεῖ 的“宾格加不定式”结构(宾格 Καρχηδονίους + 不定式 ὑδροφορῆσαι),直译为“迦太基人必须在城市中挑水”。由于挑水(ὑδροφορία)通常是奴隶的工作,麦塞内人将其解读为迦太基人将成为奴隶的预言。
  5. 14.56.6κωλύσοντας τοὺς πολεμίους ἐπιβαίνειν τῆς χώρας — 将来分词 κωλύσοντας 修饰前行的名词(即动词 ἀπέστειλαν 的宾格宾语 τοὺς ἀρίστους),表示目的(“为了阻止”)。此外,动词 κωλύω 采用“阻止[宾格]做[不定式]”的句式,在此处意为“为了阻止敌人踏上这片领土”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.56.1-14.56.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.56.1-14.56.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。