§14.56.1Ἰμίλκων δὲ τῶν πραγμάτων προχωρούντων κατὰ γνώμην παρεσκευάζετο τὴν στρατιὰν ἀνάγειν ἐπὶ Μεσσήνης, σπεύδων αὐτῆς κυριεῦσαι διὰ τὴν εὐκαιρίαν τῶν τόπων·
ヒミルコンは、事態が思い通りに進展する中で、軍勢をメッセネへ進軍させる準備を進めた。 その場所の好都合さから、そこを占領することを急いだのである。
ὅ τε γὰρ ἐν αὐτῇ λιμὴν εὔθετος ἦν, δυνάμενος δέχεσθαι πάσας τὰς ναῦς, οὔσας πλείω τῶν ἑξακοσίων, τά τε περὶ τὸν πορθμὸν οἰκεῖα ποιησάμενος Ἰμίλκων ἤλπιζε τὰς τῶν Ἰταλιωτῶν βοηθείας ἐμφράξειν καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐπισχεῖν.
というのも、そこにある港は好都合であり、六百隻を超えるすべての船を受け入れることができたからであり、また海峡の周辺を支配下に置くことで、ヒミルコンはイタリアの人々からの援助を遮断し、ペロポネソスからの艦隊を阻止することを期待していたからである。
§14.56.2ταῦτα δὲ διανοηθεὶς πράττειν, πρὸς τοὺς μὲν Ἱμεραίους καὶ τοὺς τὸ Κεφαλοίδιον φρούριον κατοικοῦντας φιλίαν ἐποιήσατο, Λιπάρας δὲ τῆς πόλεως ἐγκρατὴς γενόμενος τριάκοντα τάλαντα παρὰ τῶν κατοικούντων τὴν νῆσον ἐπράξατο·
これらのことを実行しようと考え、彼はヒメラ人およびケファロイディオンの砦の住民たちとは友好関係を結び、リパラの都市を手中に収めると、その島の住民から三十タラントンを徴収した。
αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ὥρμησεν ἐπὶ Μεσσήνης, συμπαραπλεουσῶν αὐτῷ τῶν νεῶν.
そして彼自身は全軍を率いてメッセネへと向かい、船団が彼と並行して航行した。
§14.56.3καὶ ταχὺ διανύσας τὴν ὁδὸν κατεστρατοπέδευσεν ἐπὶ τῆς Πελωρίδος, ἀπέχων τῆς Μεσσήνης σταδίους ἑκατόν.
彼は速やかにその道程を進み、メッセネから百スタディオン離れたペロリスに陣を張った。
οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν παρουσίαν τῶν πολεμίων, οὐ τὰς αὐτὰς ἀλλήλοις ἐννοίας εἶχον περὶ τοῦ πολέμου.
この都市の住民たちは、敵の到来を知ると、戦争について互いに同じ考えを持たなかった。
§14.56.4τινὲς μὲν γὰρ αὐτῶν τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἀκούοντες, καὶ τὴν ἐρημίαν τῶν συμμάχων ὁρῶντες, ἔτι δὲ καὶ τῶν ἰδίων ἱππέων ἐν Συρακούσαις ὄντων, ἀπεγνώκεισαν τὴν ἐκ τῆς πολιορκίας σωτηρίαν.
すなわち、彼らのうちある者たちは、敵の軍勢の規模を聞き、同盟者の不在を目にし、さらに自分たちの騎兵がシラクサにいることから、包囲戦から救われる見込みを諦めていた。
μάλιστα δʼ αὐτοὺς εἰς ἀθυμίαν ἦγε τὰ τείχη καταπεπτωκότα καὶ ὁ καιρὸς εἰς παρασκευὴν οὐ διδοὺς ἄνεσιν.
特に彼らを落胆させたのは、城壁が崩壊していることと、準備のための猶予を全く与えない状況であった。
διόπερ ἐξεκόμιζον ἐκ τῆς πόλεως τέκνα καὶ γυναῖκας καὶ τὰ πολυτελέστατα τῶν χρημάτων εἰς τὰς ἀστυγείτονας πόλεις.
それゆえ、彼らは子供や妻たち、そして最も高価な財産を都市から近隣の都市へと運び出していた。
§14.56.5τινὲς δὲ τῶν Μεσσηνίων ἀκούοντές τι παλαιὸν αὐτοῖς εἶναι λόγιον, ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν, ἐξεδέχοντο τὸ κατὰ τὴν φήμην πρὸς τὸ συμφέρον ἑαυτοῖς, νομίζοντες δουλεύσειν ἐν Μεσσήνῃ τοὺς Καρχηδονίους.
しかし、メッセネ人のうち他の者たちは、自分たちに古い神託があり、それは「カルタゴ人がこの都市において水を運ばなければならない」というものであると聞いており、その噂を自分たちに都合よく解釈して、カルタゴ人がメッセネで奴隷になるのだろうと考えていた。
§14.56.6διὸ καὶ ταῖς ψυχαῖς εὐθαρσεῖς ὄντες πολλοὺς καὶ τῶν ἄλλων προθύμους ἐποιοῦντο εἰς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους.
それゆえ心に勇気を満たした彼らは、他の多くの者たちをも自由のための危険に立ち向かうよう奮起させた。
εὐθέως δὲ τῶν νεωτέρων ἐπιλέξαντες τοὺς ἀρίστους ἀπέστειλαν ἐπὶ τὴν Πελωρίδα, κωλύσοντας τοὺς πολεμίους ἐπιβαίνειν τῆς χώρας.
そして直ちに若者たちの中から最も優れた者たちを選抜してペロリスへ派遣し、敵がその土地に侵入するのを阻止しようとした。