§14.55.1Ἰμίλκων δὲ τοῖς κυβερνήταις ἅπασι δοὺς βυβλίον ἐπεσφραγισμένον, ἐκέλευσεν ἀνοίγειν ὅταν ἐκπλεύσωσι καὶ ποιεῖν τὰ γεγραμμένα.
希米尔科给所有船长分发了一封密封的书信,命令他们在出航后打开,并按照信中所写的内容执行。
τοῦτο δʼ ἐμηχανήσατο πρὸς τὸ μηδένα τῶν κατασκόπων ἀπαγγεῖλαι τὸν κατάπλουν τῷ Διονυσίῳ· ἦν δὲ γεγραμμένον, ὅπως ἐς Πάνορμον καταπλεύσωσιν.
他设计这一计谋是为了不让任何间谍向狄奥尼修斯报告他们的入港地点;而信中写着,让他们驶入帕诺尔穆斯。
§14.55.2διόπερ ἐπιγενομένου πνεύματος οὐρίου, καὶ πάντων λυσάντων τὰ πρυμνήσια, τὰ μὲν φορτηγὰ τῶν πλοίων ἔπλει διὰ τοῦ πελάγους, αἱ δὲ τριήρεις ἔπλευσαν εἰς τὴν Λιβυκήν, παρελέγοντό τε τὴν γῆν.
因此,当顺风刮起,所有人解开船尾的缆绳时,商船便行经外海,而三段铎船则驶向利比亚,沿着海岸航行。
φοροῦ δὲ πνεύματος ὄντος, ὡς ἤδη καταφανεῖς ἦσαν ἀπὸ τῆς Σικελίας αἱ πρῶται πλέουσαι τῶν φορτηγῶν νεῶν, Διονύσιος ἀπέστειλε Λεπτίνην μετὰ τριάκοντα τριήρων, παρακελευσάμενος τύπτειν τοῖς ἐμβόλοις καὶ διαφθείρειν ἁπάσας τὰς καταλαμβανομένας.
在顺风的吹送下,当从西西里已经能看见正在航行的第一批商船时,狄奥尼修斯派莱普提涅斯率领三十艘三段铎船出发,命令他用冲角撞击并摧毁所有追上的船只。
§14.55.3ὃς μετὰ σπουδῆς ἐκπλεύσας καὶ ταῖς πρώταις προσμίξας εὐθέως τινὰς αὐτάνδρους κατέδυσεν· αἱ δὲ λοιπαὶ πλήρεις οὖσαι καὶ τὸν ἄνεμον τοῖς ἱστίοις δεχόμεναι ῥᾳδίως ἐξέφυγον·
他急忙出航,与首批船只交火,当即击沉了其中几艘,连同船员在内;其余的船只装载虽满,但风满风帆,轻易逃脱了。
ὅμως κατέδυσε πεντήκοντα ναῦς στρατιώτας ἐχούσας πεντακισχιλίους, ἅρματα δὲ διακόσια.
尽管如此,他还是击沉了五十艘船,上面载有五千名士兵和两百辆战车。
§14.55.4Ἰμίλκων δὲ καταπλεύσας εἰς Πάνορμονκαὶ τὴν δύναμιν ἐκβιβάσας ἦγεν ἐπὶ τοὺς πολεμίους, καὶ τὰς μὲν τριήρεις παραπλεῖν ἐκέλευσεν, αὐτὸς δʼ ἐν παρόδῳ διὰ προδοσίας ἑλὼν Ἔρυκα πρὸς τὴν Μοτύην κατεστρατοπέδευσεν.
希米尔科驶入帕诺尔穆斯并让军队登陆,随后率军向敌人进发,他命令三段铎船沿着海岸平行航行,而自己则在途中通过内应占领了埃律克斯,并在莫特亚附近驻扎下来。
ὄντος δὲ κατὰ τοῦτον τὸν χρόνον τοῦ Διονυσίου περὶ τὴν Αἴγεσταν μετὰ τῆς δυνάμεως, Ἰμίλκων τὴν Μοτύην ἐξεπολιόρκησεν.
此时,由于狄奥尼修斯正率军驻扎在埃格斯塔附近,希米尔科便围攻并攻克了莫特亚。
§14.55.5τῶν δὲ Σικελιωτῶν προθύμων ὄντων διαμάχεσθαι, Διονύσιος ἅμα μὲν μακρὰν τῶν συμμαχίδων πόλεων ἀπεωσμένος, ἅμα δὲ τῆς σιτοπομπίας ἐπιλειπούσης, διέλαβε συμφέρειν ἐφʼ ἑτέρων τόπων συστήσασθαι τὸν πόλεμον.
虽然西西里的希腊人渴望决一死战,但狄奥尼修斯一方面被推到了远离盟友城市的地方,另一方面粮食供应出现匮乏,因此他认为在其他地方继续战争更为有利。
§14.55.6κρίνας οὖν ἀναζευγνύειν, τοὺς μὲν Σικανοὺς ἔπειθε καταλιπεῖν τὰς πόλεις κατὰ τὸ παρὸν καὶ μετʼ αὐτοῦ στρατεύεσθαι· ἀντὶ δὲ τούτων ἐπηγγέλλετο δώσειν χώραν βελτίονα καὶ τῷ πλήθει παραπλησίαν, καὶ μετὰ τὴν τοῦ πολέμου κατάλυσιν κατάξειν τοὺς βουλομένους εἰς τὰς πατρίδας.
因此,在决定撤退后,他劝说西卡尼人暂时离开他们的城市,与他一同从军;作为回报,他承诺给予他们一片更好且面积相当的土地,并在战争结束后,将愿意回去的人送回各自的家乡。
§14.55.7τῶν δὲ Σικανῶν ὀλίγοι, καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασθῶσιν ὑπὸ τῶν στρατιωτῶν, συγκατέθεντο τοῖς ἀξιουμένοις ὑπὸ Διονυσίου.
但西卡尼人中只有少数人因害怕如果拒绝就会遭到士兵的掠夺,从而同意了狄奥尼修斯的要求。
ἀπέστησαν δὲ παραπλησίως καὶ Ἁλικυαῖοι, καὶ πέμψαντες πρέσβεις εἰς τὸ τῶν Καρχηδονίων στρατόπεδον συμμαχίαν ἐποιήσαντο.
同样地,哈利基埃人也叛离了,他们向卡太基人的军营派去使节,结成了同盟。
καὶ Διονύσιος μὲν ἀφώρμησεν ἐπὶ Συρακουσῶν, καταφθείρων τὴν χώραν διʼ ἧς ἦγε τὴν δύναμιν.
而狄奥尼修斯则启程前往叙拉古,一路上蹂躏着他率军经过的土地。