Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.54.1-14.54.6

狄奥尼修斯再征与迦太基大规模集结

第 348 段,共 723 段 · 希腊语

内容简介

记录了雅典和罗马的执政官以及奥林匹克优胜者,叙拉古僭主狄奥尼修斯入侵卡太基领地却遭到埃格斯塔人的夜袭。为此,卡太基任命希米尔科并从各地集结了庞大的军队。

§14.54.1τοῦ δʼ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἔλαβε τὴν ἀρχὴν Φορμίων, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων ἐγένοντο χιλίαρχοι ἕξ, Γναῖος Γενούκιος Λεύκιος Ἀτίλιος, Μάρκος Πομπώνιος, Γάιος Δυίλιος, Μάρκος Οὐετούριος, Οὐαλέριος Ποπλίλιος, Ὀλυμπιὰς δʼ ἤχθη ἐνενηκοστὴ καὶ ἕκτη, καθʼ ἣν ἐνίκα Εὔπολις Ἠλεῖος.
一年的时间过去后,在雅典,珀尔米翁就任执政官;在罗马,则由六位军事执政官取代了执政官,他们是:格奈乌斯·格努基乌斯、卢基乌斯·阿提利乌斯、马尔库斯·蓬波尼乌斯、盖乌斯·杜伊利乌斯、马尔库斯·维图里乌斯、瓦莱里乌斯·普布利利乌斯;此外,举行了第九十六届奥林匹克运动会,在这一届上,厄利斯的欧波利斯获得了冠军。
§14.54.2τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας ἐκ Συρακουσῶν ἐνέβαλεν εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν.
在这些人接任官职后,叙拉古的僭主狄奥尼修斯率领全部军队从叙拉古出发,侵入了卡太基人的领地。
πορθοῦντος δʼ αὐτοῦ τὴν χώραν, Ἁλικυαῖοι μὲν καταπλαγέντες διεπρεσβεύσαντο πρὸς αὐτὸν καὶ συμμαχίαν ἐποιήσαντο, Αἰγεσταῖοι δὲ τοῖς πολιορκοῦσι νυκτὸς ἀπροσδοκήτως ἐπιθέμενοι, καὶ πῦρ ἐνέντες ταῖς κατὰ τὴν παρεμβολὴν σκηναῖς, εἰς πολλὴν ταραχὴν ἤγαγον τοὺς ἐν τῇ στρατοπεδείᾳ·
当他正在蹂躏该地区时,哈利基埃人因感到恐惧,向他派出了使节并结成了同盟;而埃格斯塔人则在夜间出其不意地袭击了包围者,并向营地内的帐篷放火,使军营中的人陷入了极大的混乱。
§14.54.3ἐπινεμηθείσης δὲ τῆς φλογὸς ἐπὶ πολὺν τόπον, καὶ τοῦ πυρὸς ἀκατασχέτου γενηθέντος, τῶν μὲν παραβοηθούντων στρατιωτῶν ὀλίγοι διεφθάρησαν, τῶν δʼ ἵππων οἱ πλεῖστοι ταῖς σκηναῖς συγκατεκαύθησαν.
随着火焰蔓延到大片区域,火势变得无法遏制,前来救援的士兵中只有少数人丧生,而大部分马匹则与帐篷一起被烧死。
§14.54.4καὶ Διονύσιος μὲν ἐδῄου τὴν χώραν οὐδενὸς ὑφισταμένου, Λεπτίνης δʼ ὁ ναύαρχος περὶ Μοτύην διατρίβων ἐπετήρει τὸν τῶν πολεμίων κατάπλουν.
狄奥尼修斯在无人阻挡的情况下继续蹂躏该地,而海军统帅莱普提涅斯则逗留在莫特亚附近,监视着敌军舰队的抵达。
οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι.
然而卡太基人得知了狄奥尼修斯军队的庞大规模,决定必须在准备工作上大大超越他。
§14.54.5διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δʼ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισθούμενοι· καὶ πέρας ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων· ταῦτα δʼ ἦσαν τετρακόσια· ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος.
因此,他们依法任命希米尔科为王,并从整个利比亚乃至伊比利亚聚集军队,有的是从盟友中征调,有的是作为雇佣兵雇来;最后,他们集结了三十万以上的步兵,以及除战车外的四千名骑兵——战车有四百辆;此外,还有四百艘战船,而运送粮食、攻城器械和其他后勤物资的船只则超过六百艘,正如埃福罗斯所说。
§14.54.6Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηθείσας.
因为蒂迈欧说,从利比亚渡海而来的军队不超过十万,此外,他声称在西西里又征募了另外三万。

词汇与语法注释

  1. 14.54.2τοῖς πολιορκοῦσι — 动词 πολιορκέω(包围)的现在分词与格名词化用法,意为“包围者们”,在此指代正在包围埃格斯塔的狄奥尼修斯军队。使用与格是因为分词 ἐπιθέμενοι(袭击)要求支配与格。
  2. 14.54.4ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι — 不定式 ὑπερθέσθαι(超越、凌驾)的逻辑主语是主句的主语(卡太基人),而 αὐτόν(他)是指代狄奥尼修斯的单数宾格。这种“他们应该在准备工作上大大超越他”的解释,与下文他们进行大规模军事动员的脉络相吻合。
  3. 14.54.6ἑτέρας τρεῖς — 阴性复数宾格的 ἑτέρας τρεῖς(另外三个)省略了阴性名词 μυριάδας(万),承接前文的 δέκα μυριάδων(十万)。因此,其意思是“另外三万(军力)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.54.1-14.54.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.54.1-14.54.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。