Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.55.1-14.55.7

ヒミルコンの反攻とディオニュシオスの撤退

349 / 723 箇所 · ギリシア語

要旨

ヒミルコンは情報漏洩を防ぎつつシケリアのパノルモスに上陸してモテュエなどを攻略し、劣勢となったディオニュシオスはシカノイ人を伴ってシラクサへの撤退を開始する。

§14.55.1Ἰμίλκων δὲ τοῖς κυβερνήταις ἅπασι δοὺς βυβλίον ἐπεσφραγισμένον, ἐκέλευσεν ἀνοίγειν ὅταν ἐκπλεύσωσι καὶ ποιεῖν τὰ γεγραμμένα.
ヒミルコンはすべての船長に封印された書状を渡し、出航した時にそれを開いて、そこに書かれていることを実行するように命じた。
τοῦτο δʼ ἐμηχανήσατο πρὸς τὸ μηδένα τῶν κατασκόπων ἀπαγγεῖλαι τὸν κατάπλουν τῷ Διονυσίῳ·
彼は、スパイの誰もがディオニュシオスに(カルタゴ軍の)入港地を報告しないようにするために、この策を講じたのである。
ἦν δὲ γεγραμμένον, ὅπως ἐς Πάνορμον καταπλεύσωσιν.
書状には、パノルモスに入港するようにと書かれていた。
§14.55.2διόπερ ἐπιγενομένου πνεύματος οὐρίου, καὶ πάντων λυσάντων τὰ πρυμνήσια, τὰ μὲν φορτηγὰ τῶν πλοίων ἔπλει διὰ τοῦ πελάγους, αἱ δὲ τριήρεις ἔπλευσαν εἰς τὴν Λιβυκήν, παρελέγοντό τε τὴν γῆν.
それゆえ、順風が吹き始め、皆が船尾の係留索を解くと、商船たちは外海を通って航行し、三段櫂船たちはリビアの方向へ航行して、その沿岸を進んだ。
φοροῦ δὲ πνεύματος ὄντος, ὡς ἤδη καταφανεῖς ἦσαν ἀπὸ τῆς Σικελίας αἱ πρῶται πλέουσαι τῶν φορτηγῶν νεῶν, Διονύσιος ἀπέστειλε Λεπτίνην μετὰ τριάκοντα τριήρων, παρακελευσάμενος τύπτειν τοῖς ἐμβόλοις καὶ διαφθείρειν ἁπάσας τὰς καταλαμβανομένας.
追い風が吹く中で、シケリアから、航行する商船の先頭のものがすでに視界に入ると、ディオニュシオスはレプティネスを三十隻の三段櫂船とともに派遣し、衝角で体当たりして、捉えた船をすべて破壊するように命じた。
§14.55.3ὃς μετὰ σπουδῆς ἐκπλεύσας καὶ ταῖς πρώταις προσμίξας εὐθέως τινὰς αὐτάνδρους κατέδυσεν·
彼は急いで出航し、先頭の船団と接触すると、直ちに数隻を乗組員ごと沈没させた。
αἱ δὲ λοιπαὶ πλήρεις οὖσαι καὶ τὸν ἄνεμον τοῖς ἱστίοις δεχόμεναι ῥᾳδίως ἐξέφυγον·
しかし、残りの船は満載状態であり、帆に風を受けて容易に逃げ切った。
ὅμως κατέδυσε πεντήκοντα ναῦς στρατιώτας ἐχούσας πεντακισχιλίους, ἅρματα δὲ διακόσια.
それでも、彼は兵士五千人と戦車二百台を乗せた五十隻の船を沈没させた。
§14.55.4Ἰμίλκων δὲ καταπλεύσας εἰς Πάνορμονκαὶ τὴν δύναμιν ἐκβιβάσας ἦγεν ἐπὶ τοὺς πολεμίους, καὶ τὰς μὲν τριήρεις παραπλεῖν ἐκέλευσεν, αὐτὸς δʼ ἐν παρόδῳ διὰ προδοσίας ἑλὼν Ἔρυκα πρὸς τὴν Μοτύην κατεστρατοπέδευσεν.
ヒミルコンはパノルモスに入港して軍勢を上陸させると、敵に向かって進軍し、三段櫂船には沿岸を並行して航行するように命じた。 彼自身は途上で裏切りによってエリュクスを占領し、モテュエの近くに陣を張った。
ὄντος δὲ κατὰ τοῦτον τὸν χρόνον τοῦ Διονυσίου περὶ τὴν Αἴγεσταν μετὰ τῆς δυνάμεως, Ἰμίλκων τὴν Μοτύην ἐξεπολιόρκησεν.
この時期、ディオニュシオスが軍勢とともにアイゲスタの周辺にいたため、ヒミルコンはモテュエを包囲して陥落させた。
§14.55.5τῶν δὲ Σικελιωτῶν προθύμων ὄντων διαμάχεσθαι, Διονύσιος ἅμα μὲν μακρὰν τῶν συμμαχίδων πόλεων ἀπεωσμένος, ἅμα δὲ τῆς σιτοπομπίας ἐπιλειπούσης, διέλαβε συμφέρειν ἐφʼ ἑτέρων τόπων συστήσασθαι τὸν πόλεμον.
シケリアのギリシア人たちは最後まで戦うことを望んでいたが、ディオニュシオスは同盟都市から遠く離れた場所に退けられていたこと、同時に食糧の補給が不足してきたことから、他の場所で戦争を継続する方が有利であると判断した。
§14.55.6κρίνας οὖν ἀναζευγνύειν, τοὺς μὲν Σικανοὺς ἔπειθε καταλιπεῖν τὰς πόλεις κατὰ τὸ παρὸν καὶ μετʼ αὐτοῦ στρατεύεσθαι·
それゆえ撤退することを決めると、彼はシカノイ人たちに、当面は自分たちの都市を去り、自分とともに従軍するように説得した。
ἀντὶ δὲ τούτων ἐπηγγέλλετο δώσειν χώραν βελτίονα καὶ τῷ πλήθει παραπλησίαν, καὶ μετὰ τὴν τοῦ πολέμου κατάλυσιν κατάξειν τοὺς βουλομένους εἰς τὰς πατρίδας.
その代わりとして、彼はより優れ、規模においても劣らない土地を与えること、そして戦争の終結後には、望む者たちを故郷に帰還させることを約束した。
§14.55.7τῶν δὲ Σικανῶν ὀλίγοι, καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασθῶσιν ὑπὸ τῶν στρατιωτῶν, συγκατέθεντο τοῖς ἀξιουμένοις ὑπὸ Διονυσίου.
しかし、シカノイ人のうち、もし拒否すれば兵士たちによって掠奪されるのではないかと恐れた少数の者だけが、ディオニュシオスの要求に同意した。
ἀπέστησαν δὲ παραπλησίως καὶ Ἁλικυαῖοι, καὶ πέμψαντες πρέσβεις εἰς τὸ τῶν Καρχηδονίων στρατόπεδον συμμαχίαν ἐποιήσαντο.
同様に、ハリキュアイの住民たちも離反し、カルタゴの陣営に使節を送って同盟を結んだ。
καὶ Διονύσιος μὲν ἀφώρμησεν ἐπὶ Συρακουσῶν, καταφθείρων τὴν χώραν διʼ ἧς ἦγε τὴν δύναμιν.
そしてディオニュシオスは、軍勢を率いて通過する土地を荒廃させながら、シラクサに向けて出発した。

語釈・文法注

  1. 14.55.1ὅπως ἐς Πάνορμον καταπλεύσωσιν — 接続法(καταπλεύσωσιν)を導く ὅπως 節は、先行する ἦν δὲ γεγραμμένον(「〜と書かれていた」)の内容を示す名詞節(間接命令)として機能している。
  2. 14.55.2αἱ πρῶται πλέουσαι τῶν φορτηγῶν νεῶν — 部分属格である τῶν φορτηγῶν νεῶν が形容詞の最上級的名詞化(αἱ πρῶται)に係る。「商船のうちで先頭を航行する者たち」という構造。分詞 πλέουσαι は αἱ πρῶται を限定的に修飾するか、あるいは随伴状況を表す。
  3. 14.55.7καταπλαγέντες μήποτε ἀντιλέγοντες διαρπασθῶσιν — 恐怖を示す受動分詞 καταπλαγέντες が接続法(διαρπασθῶσιν)を伴う否定目的節(あるいは懸念の節)μήποτε を従えている。「もし反対するなら(ἀντιλέγοντες)兵士たちに略奪されるのではないかと恐れて」の意味。分詞 ἀντιλέγοντες は仮定・条件(εἰ ἀντιλέγοιεν)の意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.55.1-14.55.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.55.1-14.55.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。