Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.53.1-14.53.6

莫特亚屠杀的中止与撤回叙拉古

第 347 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯的军队涌入莫特亚进行掠夺和屠杀,狄奥尼修斯通过引导居民逃往神庙制止了屠杀并奖赏功臣。随后他留下守军,命令莱普提涅斯监视卡太基人并包围埃格斯塔,自己撤回叙拉古,最后提及雅典剧作家索福克勒斯开始上演悲剧。

§14.53.1εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων· οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι.
随即,狄奥尼修斯的全部军队也通过土堤涌入城内,到处都塞满了被杀戮的人;因为西西里人急于以暴制暴,将所有人接连杀戮,完全不放过孩子、妇女和老人。
§14.53.2Διονύσιος δὲ βουλόμενος ἐξανδραποδίσασθαι τὴν πόλιν, ὅπως ἀθροισθῇ χρήματα, τὸ μὲν πρῶτον ἀνεῖργε τοὺς στρατιώτας τοῦ φονεύειν τοὺς αἰχμαλώτους· ὡς δʼ οὐδεὶς αὐτῷ προσεῖχεν, ἀλλʼ ἑώρα τὴν τῶν Σικελιωτῶν ὁρμὴν ἀκατάσχετον οὖσαν, παρεστήσατο κήρυκας τοὺς μετὰ βοῆς δηλώσοντας τοῖς Μοτυαίοις φυγεῖν εἰς τὰ παρὰ τοῖς Ἕλλησιν ἱερὰ τιμώμενα.
而狄奥尼修斯希望将该城居民卖为奴隶以便募集资金,起初他阻止士兵杀戮俘虏;但由于没有人理会他,且他看到西西里人的冲动无法遏制,便安排传令官大声向莫特亚人宣告,让他们逃往在希腊人中受到尊崇的神庙。
§14.53.3οὗ γενηθέντος οἱ μὲν στρατιῶται τοῦ φονεύειν ἔληγον, ἐπὶ δὲ τὴν τῶν κτήσεων διαρπαγὴν ὥρμησαν· καὶ διεφορεῖτο πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, καὶ ἐσθῆτες πολυτελεῖς καὶ τῆς ἄλλης εὐδαιμονίας πλῆθος.
这件事做完后,士兵们便停止了屠杀,转而投入到对财物的掠夺中;大量的白银、不少的黄金、昂贵的衣服以及其他繁多的财富被洗劫一空。
τὴν δὲ τῆς πόλεως διαρπαγὴν ἔδωκεν ὁ Διονύσιος τοῖς στρατιώταις, βουλόμενος προθύμους αὐτοὺς ποιῆσαι πρὸς τοὺς ἐπιφερομένους κινδύνους.
狄奥尼修斯将该城的掠夺权交给了士兵们,希望使他们能积极面对接下来的危险。
§14.53.4ἀπὸ δὲ τούτων γενόμενος Ἀρχύλον τὸν ἀναβάντα πρῶτον ἐπὶ τὸ τεῖχος ἑκατὸν μναῖς ἐστεφάνωσεν, τῶν δʼ ἄλλων κατὰ τὴν ἀξίαν ἕκαστον τῶν ἠνδραγαθηκότων ἐτίμησεν, καὶ τῶν Μοτυαίων τοὺς περιλειφθέντας ἐλαφυροπώλησεν· Δαϊμένην δὲ καί τινας τῶν Ἑλλήνων συμμαχοῦντας Καρχηδονίοις λαβὼν αἰχμαλώτους ἀνεσταύρωσεν.
结束这些事情后,他给第一个登上城墙的阿耳基洛斯戴上了价值一百米纳的冠冕,并根据功绩分别赏赐了其他英勇作战的人,将幸存的莫特亚人作为战利品予以出售;但他抓获了戴梅内斯以及一些与卡太基人结盟的希腊人作为俘虏,并将他们钉在十字架上处死。
§14.53.5μετὰ δὲ ταῦτα φύλακας τῆς πόλεως καταστήσας, Βίτωνα τὸν Συρακόσιον φρούραρχον ἀπέδειξε· τὸ δὲ πλεῖον μέρος ἐκ τῶν Σικελῶν ὑπῆρχεν.
此后,他设立了该城的守备队,任命叙拉古人比同为守备司令;其中大部分由西塞尔人组成。
καὶ Λεπτίνην μὲν τὸν ναύαρχον μετὰ νεῶν εἴκοσι καὶ ἑκατὸν ἐκέλευσεν παρατηρεῖν τὴν διάβασιν τῶν Καρχηδονίων, συνέταξε δʼ αὐτῷ τὴν Αἴγεσταν καὶ τὴν Ἔντελλαν πολιορκεῖν, καθάπερ ἐξ ἀρχῆς πορθεῖν αὐτὰς ἐνεστήσατο· αὐτὸς δὲ τοῦ θέρους ἤδη λήγοντος ἀνέζευξε μετὰ τῆς δυνάμεως εἰς Συρακούσας.
他命令海军统帅莱普提涅斯率领一百二十艘战船监视卡太基人的渡海行动,并指示他包围埃格斯塔和恩特拉,正如他最初着手摧毁它们那样;由于夏天已经接近尾声,他自己便率领军队撤回了叙拉古。
§14.53.6ἐν δὲ ταῖς Ἀθήναις Σοφοκλῆς ὁ Σοφοκλέους τραγῳδίαν διδάσκειν ἤρξατο, καὶ νίκας ἔσχε δεκαδύο.
在雅典,索福克勒斯之子索福克勒斯开始上演悲剧,并获得了十二次胜利。

词汇与语法注释

  1. 14.53.1ἀναιρουμένων — 现在时被动分词,指在当时正在被杀戮或正在被消灭的人。
  2. 14.53.2τοῦ φονεύειν — 属格不定式。作为动词 ἀνείργω(制止、阻碍)的补足语,具有分离或阻碍属格的功能,意为“阻止……进行屠杀”。
  3. 14.53.3οὗ γενηθέντος — 独立属格。指示代词 οὗ(中性单数)以刚才提到的狄奥尼修斯命令(大声告知莫特亚人逃往神庙)的全部内容为先行词,意为“这件事发生后”。
  4. 14.53.4ἀπὸ δὲ τούτων γενόμενος — 惯用表达,意为“从这些事情中脱身”或“结束这些事情”。分词 γενόμενος 与介词 ἀπό 连用,表示从先前的活动或状态中抽身并转入下一项行动。
  5. 14.53.5τὸ δὲ πλεῖον μέρος ἐκ τῶν Σικελῶν ὑπῆρχεν — 主语为 τὸ πλεῖον μέρος(大部分)。动词 ὑπῆρχεν 为未完成过去时,其构成部分由介词短语 ἐκ τῶν Σικελῶν 表示,意为“大部分是由西塞尔人组成的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.53.1-14.53.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.53.1-14.53.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。