§14.54.1τοῦ δʼ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἔλαβε τὴν ἀρχὴν Φορμίων, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων ἐγένοντο χιλίαρχοι ἕξ, Γναῖος Γενούκιος Λεύκιος Ἀτίλιος, Μάρκος Πομπώνιος, Γάιος Δυίλιος, Μάρκος Οὐετούριος, Οὐαλέριος Ποπλίλιος, Ὀλυμπιὰς δʼ ἤχθη ἐνενηκοστὴ καὶ ἕκτη, καθʼ ἣν ἐνίκα Εὔπολις Ἠλεῖος.
一年が経過すると、アテナイではポルミオンがアルコンに就任し、ローマでは執政官に代わって六人の軍事執政官、すなわちグナエウス・ゲヌキウス、ルキウス・アティリウス、マルクス・ポンポニウス、ガイウス・ドゥイリウス、マルクス・ウェトゥリウス、ウァレリウス・ポプリリウスが選出された。 また、第九十六回オリンピア競技会が開催され、その大会ではエリス出身のエウポリスが優勝した。
§14.54.2τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας ἐκ Συρακουσῶν ἐνέβαλεν εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν.
彼らが職を引き継ぐと、シラクサの僭主ディオニュシオスは全軍を率いてシラクサから出陣し、カルタゴの領土に侵入した。
πορθοῦντος δʼ αὐτοῦ τὴν χώραν, Ἁλικυαῖοι μὲν καταπλαγέντες διεπρεσβεύσαντο πρὸς αὐτὸν καὶ συμμαχίαν ἐποιήσαντο, Αἰγεσταῖοι δὲ τοῖς πολιορκοῦσι νυκτὸς ἀπροσδοκήτως ἐπιθέμενοι, καὶ πῦρ ἐνέντες ταῖς κατὰ τὴν παρεμβολὴν σκηναῖς, εἰς πολλὴν ταραχὴν ἤγαγον τοὺς ἐν τῇ στρατοπεδείᾳ·
彼がその地を略奪していると、ハリキュアイの住民たちは恐れをなして彼に使節を送り、同盟を結んだが、アイゲスタの住民たちは、夜間に不意を突いて包囲軍を襲撃し、宿営地の天幕に火を放って、陣営にいた者たちを大混乱に陥れた。
§14.54.3ἐπινεμηθείσης δὲ τῆς φλογὸς ἐπὶ πολὺν τόπον, καὶ τοῦ πυρὸς ἀκατασχέτου γενηθέντος, τῶν μὲν παραβοηθούντων στρατιωτῶν ὀλίγοι διεφθάρησαν, τῶν δʼ ἵππων οἱ πλεῖστοι ταῖς σκηναῖς συγκατεκαύθησαν.
炎が広い範囲に広がり、火の勢いが抑えがたいものとなると、救助に駆けつけた兵士のうち少数の者が命を落とし、馬の大部分は天幕とともに焼き殺された。
§14.54.4καὶ Διονύσιος μὲν ἐδῄου τὴν χώραν οὐδενὸς ὑφισταμένου, Λεπτίνης δʼ ὁ ναύαρχος περὶ Μοτύην διατρίβων ἐπετήρει τὸν τῶν πολεμίων κατάπλουν.
そして、ディオニュシオスは誰にも阻まれることなく土地を荒らし回ったが、提督レプティネスはモテュエの周辺に留まって敵の船団の到着を監視していた。
οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι.
他方、カルタゴ人たちはディオニュシオスの軍勢の規模を知ると、準備において彼を大きく上回らなければならないと判断した。
§14.54.5διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δʼ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισθούμενοι·
それゆえ彼らは、国法に従ってヒミルコンを王に任命し、リビア全土から、さらにはイベリアからも、同盟者から呼び寄せたり、あるいは傭兵として雇ったりして軍勢を集めた。
καὶ πέρας ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων·
そして最終的に、歩兵三十万超、戦車を除いて騎兵四千を集めた。
ταῦτα δʼ ἦσαν τετρακόσια·
この戦車は四百両であった。
ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος.
また、軍船は四百隻、食糧や兵器、その他の資材を輸送する船は六百隻を超えていたと、エポロスは述べている。
§14.54.6Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηθείσας.
というのも、ティマイオスによれば、リビアから渡航した軍勢は十万を超えず、さらにこれらに加えて、シケリアで徴募された別の三万があったと主張しているからである。